Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ὡς συνετελέσθη πάντα ταῦτα, ἐξῆλθεν πᾶς Ἰσραὴλ οἱ εὑρεθέντες ἐν πόλεσιν Ἰούδα καὶ συνέτριψαν τὰς στήλας καὶ ἔκοψαν τὰ ἄλση καὶ κατέσπασαν τὰ ὑψηλὰ καὶ τοὺς βωμοὺς ἀπὸ πάσης γῆς Ἰουδαίας καὶ Βενιαμεὶν καὶ Ἐφράιμ καὶ ἀπὸ Μανασσὴ ἕως εἰς τέλος· καὶ ἐπέστρεψαν πᾶς Ἰσραὴλ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ εἰς τὰς πόλεις αὐτῶν.

καὶ ἔταξεν Ἐζεκίας τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν, καὶ τὰς ἐφημερίας ἑκάστου κατὰ τὴν ἑαυτοῦ λειτουργίαν, τοῖς ἱερεῦσιν καὶ τοῖς Λευείταις, εἰς τὴν ὁλοκαύτωσιν καὶ εἰς τὴν θυσίαν τοῦ σωτηρίου καὶ αἰνεῖν καὶ ἐξομολογεῖσθαι καὶ λειτουργεῖν ἐν ταῖς πύλαις ἐν ταῖς αὐλαῖς οἴκου Κυρίου. καὶ μερὶς τοῦ βασιλέως ἐκ τῶν ὑπαρχόντων αὐτοῦ εἰς τὰς ὁλοκαυτώσεις τὴν πρωινὴν καὶ τὴν δειλινήν, καὶ ὁλοκαυτώσεις εἰς σάββατα καὶ εἰς τὰς νουμηνίας καὶ εἰς τὰς ἑορτὰς τὰς γεγραμμένας ἐν τῷ νόμῳ Κυρίου.

καὶ εἶπαν τῷ λαῷ τοῖς κατοικοῦσιν ἐν Ἰερουσαλὴμ δοῦναι τὴν μερίδα τῶν ἱερέων καὶ τῶν Λευειτῶν, ὅπως κατισχύσουσιν ἐν τῇ λειτουργίᾳ οἴκου Κυρίου.

καὶ ὡς προσέταξεν τὸν λόγον, ἐπλεόνασεν Ἰσραὴλ [*](22 τω κυριω (2⁰)] om τω A 23 εποιησα Bᵇᵛid | ευφροσυνη] seq ras 1 lit A (forte ν) in A 24 οι| οι αρχ. B (om οι 1⁰ Bᵇ) 25 απο 2⁰] εν A 26 ημερων Σαλωμων] τῶν ημ. του Σάι. A 27 οἱ λ.] pr και A XXΧI 1 εκοψαν] εξεκοψαν A | om γης A | δφραιμ] pr εξ A | επεστρεψεν A | αυτου] εαυτου A | ουτων] εαυτων A 2 om εν ταις πυλαις A 3 ολοκαυτωσις A (bis) | τωσις την πρωινπγ] κ την δειλινην ολο οκαυ Aᵃ⁽ᵐᵍ⁾ (sic) 4 ειπαν] ειπεν A 5 επλεονασαν A | Ισραηλ 1⁰] pr οἱ υιοι A)

114
[*](Β) ἀπαρχὴν σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ μέλιτος καὶ πᾶν γένημα ἀγροῦ· καὶ ἐπιδέκατα πάντα εἰς πλῆθος ἤνεγκαν οἱ υἱοὶ Ἰσραὴλ καὶ Ἰούδα.

καὶ οἱ κατοικοῦντες ἐν ταῖς πόλεσιν Ἰούδα καὶ αὐτοὶ ἤνεγκαν ἐπιδέκατα μόσχων καὶ προβάτων καὶ ἐπιδέκατα αἰγῶν, καὶ ἡγίασαν τῷ κυρίῳ θεῷ αὐτῶν, καὶ εἰσήνεγκαν καὶ ἔθηκαν σωρούς.

ἐν τῷ μηνὶ τῷ τρίτῳ ἤρξαντο οἱ θεμέλιοι σωροὶ θεμελιοῦσθαι, καὶ ἐν τῷ ἑβδόμῳ μηνὶ συνετελέσθησαν.

καὶ ἦλθεν Ἑζεκίας καὶ οἱ ἄρχοντες καὶ εἶδον τοὺς σωρούς, καὶ ηὐλόγησαν τὸν κύριον καὶ τὸν λαὸν αὐτοῦ Ἰσραήλ·