Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐπυνθάνετο Ἑζεκίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν ὑπὲρ τῶν σωρῶν.

καὶ εἶπεν Ἀζαρίας ὁ ἱερεὺς ὁ ἄρχων εἰς οἶκον Σαδώκ, καὶ εἶπεν Ἐξ οὗ ἦρκται φέρεσθαι ἡ ἀπαρχὴ εἰς οἶκον Κυρίου, ἐφάγομεν καὶ ἐπίομεν καὶ κατελίπομεν· ὅτι Κύριος ηὐλόγησεν τὸν λαὸν αὐτοῦ, καὶ κατελίπομεν ἐπὶ τὸ πλῆθος τοῦτο.

καὶ εἶπεν Ἐζεκίας ἑτοιμάσαι παστοφόρια εἰς οἶκον Κυρίου· καὶ ἡτοίμασαν.

καὶ ἤνεγκαν ἐκεῖ τὰς ἀπαρχὰς καὶ τὰ ἐπιδέκατα ἐν πίστει, καὶ ἐπʼ αὐτῶν ἐπιστάτης Χωμενίας ὁ Λευείτης, καὶ Σεμεεὶ ὁ ἀδελφὸς αὐτοῦ διαδεχόμενος,

καὶ Εἰὴλ καὶ Ὀζείας καὶ Μάεθ καὶἈσαὴλ καὶ Ἰερειμὼθ καὶ Ἐζαβὰθ καὶ Ἰεειὴλ καὶ Σαμαχειὰ καὶ Θάναι, Βαναίας καὶ οἱ υἱοὶ αὐτοῦ, καθεσταμένοι διὰ Χωνενίου καὶ Σεμεεὶ τοῦ ἀδελφοῦ αὐτοῦ, καθὼς προσέταξεν ὁ βασιλεὺς Ἐζεκίας καὶ Ἀζαρίας ὁ ἡγούμενος οἴκου Κυρίου.

καὶ Κωρὴ ,ὁ τοῦ Αἱμὰν ὁ Λευείτης ὁ πυλωρὸς κατὰ ἀνατολὰς ἐπὶ τῶν δομάτων δοῦναι τὰς ἀπαρχὰς Κυρίῳ καὶ τὰ ἅγια τῶν ἁγίων.

διὰ χειρὸς Ὄδομ καὶ Βενιαμεὶν καὶ Ἰησοῦς καὶ Σεμεεὶ καὶ Μαρίας καὶ Σεχονίας, διὰ χειρὸς τῶν ἱερέων ἐν πίστει δοῦναι τοῖς ἀδελφοῖς αὐτῶν κατὰ τὰς ἐφημερίας, κατὰ τὸν μέγαν καὶ τὸν μικρόν,