Paralipomenon II sive Chronicon II
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἰερουσαλὴμ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ καὶ καθυμνοῦντες τῷ κυρίῳ ἡμέραν καθʼ ἡμέραν, καὶ οἱ ἱερεῖς καὶ οἱ Αευεῖται ἐν ὄρηάργάνοις τῷ κυρίῳ.
καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν [*](A) [*](9 οἰκτιρμοῖς Bᵇ | αντι] ενοντι A | αποστρεψει 1⁰] επιστρεψει A | οικτιρμων Bᵇ | υμων 3°] ημων A 10 οι τρεχ. ησαν A 11 ενετραπησαν A | om εν A 12 τα προσταγματα] το προσταγμα A 1 πολυς λαος A 14 εθυμιω- σαν] εθυμιωσιν B ἐθυμίων BᵃᵇA 15 τεσσαρισκαιδ. B*ᵇA (τεσσαρεσκαιδ. Bᵃᵇ) | ηγνισαν] ηγνισθησαν Bᵃᵇ (σθη in mg) A 16 ουτων] εαυτων A (bis) 18 πλειστον] το πλειστον (τ 2⁰ sup ras 2 forte lilt) A | Ζαβουλὼν] pr καί A | ηγνισαν] ηγνισθησαν A | om τουτο A | αγαθος] pr ο A 19 εκζη- τησουσης] ἐκζητήσοι A | οὕὼητων] εαυτοῦ A | αγνιαν A)
καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἄμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδᾳ τῇ ἐκκλησίᾳ μόσ χους χιλίους καὶ ἑπτακισχίλια πρόβατα· καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλησία, οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα, καὶ οἱ εὑρεθέντες ἐξ Ἰσραήλ, καὶ οἱ προσήλυτοι οἱ εἰσελθόντες ἀπὸ γῆς Ἰσραὴλ καὶ οἱ κατοικοῦντες ἀπὸ Ἰούδα.
καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἰερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυεὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἰερουσαλήμ.
καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευεῖται καὶ ηὐλόγησαν τὸν λαόν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἥλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ, εἰς τὸν οὐρανόν.