Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀφῆκαν οἱ πολεμισταὶ τὴν αἰχμαλωσίαν καὶ τὰ σκῦλα ἐναντίον τῶν ἀρχόντων καὶ πάσης τῆς ἐκκλησίας.

καὶ ἀνέστησαν ἄνδρες οἵ ἐπεκλήθησαν ἐν ὀνόματι καὶ ἀντελάβοντο τῆς αἰχμαλωσίας, καὶ πάντας τοὺς γυμνοὺς περιέβαλον ἀπὸ τῶν σκύλων, καὶ ἐνέδυσαν αὐτοὺς καὶ ὑπέδησαν αὐτούς, καὶ ἔδωκαν καὶ φαγεῖν καὶ ἀλείψασθαι, καὶ ἀντελάβοντο καὶ ἐν ὑποζυγίοις παντὸς ἀσθενοῦντος, καὶ κατέστησαν αὐτοὺς εἰς Ἰερειχὼ πόλιν φοινίκων πρὸς τοὺς ἀδελφοὺς αὐτῶν, καὶ ἐπέστρεψαν εἰς Σαμάρειαν.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Ἀχὰς πρὸς βασιλέα Ἀσσοὺρ βοηθῆσαι αὐτῷ

καὶ ἐν τούτῳ, ὅτι Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐπάταξαν ἐν Ἰούδη καὶ ᾐχμαλώτισαν αἰχμαλωσίαν.

καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς πεδινῆς καὶ  ἀπὸ λιβὸς τοῦ Ἰούδα, καὶ ἔλαβον τὴν Βαιθσάμυς. τὴν Ἀἰλὼ καὶ τὴν Γαληρὼ καὶ τὴν Σαωχὼ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Γαλεζὼ καὶ τὰς κώμας αὐτῆς· καὶ κατῴκησαν ἐκεῖ

ὅτι ἐταπεί νωσεν Κύριος τὸν Ἰούδαν δι Ἀχὰζ βασιλέα Ἰούδα, ὅτι ἀπέστη ἀποστάσει ἀπὸ Κυρίου.

καὶ ἦλθεν ἐπʼ αὐτὸν αλγαφελλάδαρ βασιλεὺς Ἀσσούρ· καὶ ἔθλιψαν αὐτόν.