Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔλαβεν Ἀχὰς τὰ ἐν οἴκῳ Κυρίου καὶ τὰ ἐν οἴκῳ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων καὶ ἔδωκεν τῷ βασιλεῖ Ἀσσούρ· καὶ οὐκ εἰς βοήθειαν αὐτῶν,

ἀλλ ἡ τῷ θλιβῆναι αὐτόν. καὶ προσέθηκεν τοῦ ἀποστῆναι ἀπὸ Κυρίου, καὶ εἶπεν ὁ βασιλεύς

Ἐκζητήσω τοὺς θεοὺς Δαμασκοῦ τοὺς τύπτοντάς με· καὶ εἶπεν Fεοὶ βασιλέως Συρίας αὐτοὶ κατισχύσουσιν [*](12 ανεστησαν] νε sup ras Aᵃ | Ουδεια] Ἀζαρίας A | Ἰωάνου] Ἰωαναν A | A Ζαχαριας] Βαραχιας A | Μοσολαμωθ ο 1°improb Ab | Αμασιας A | Κοαδ] Αδδι A 13 προθειναι A | οργη] + θυμου A 15 περιεβαλλον A | om και 7⁰ A | om και 10° A | Ιεριχω A | υπεστρεψαν A | Σαμαριαν A 16 Αχαζ A 17 ηχμαλωτευσᾶ| A 18 πεδεινης B | Βαιθσαμυς] + εν οικω κυ και τα εν οικω του βασιλεως και των αρχντων και εδωκεν τω βασιλει B (cf.21 ; om A) | την Αιλω] και την Αιλων A | Γαληρω] Γαδηρωθ A | αυτης 1­°] + και bαμνα· και τας κωμας αυτης· A | Γαλεζω] Ι αμαιζαι A 19 ὄι δια A | αποστασει] απεστασει A 20 Ραγλαθʼφαλναlσαρʼ· A | εθλιψαν] εθαψαν B επαταξεν BᵃᵇᵐᵍA 21 Αχαζ A | ουτων] αυτω· A 23 ειπεν A] ειπαν B | θεοι] pr οτι A)

108
[*](B) αὐτούς, αὐτοῖς τοίνυν θύσω καὶ ἀντιλήμψονπαί μου· καὶ αὐτοὶ ἐγένοντο αὐτῷ εἰς σκῶλον καὶ παντὶ Ἰσραήλ.

καὶ ἀπέστησεν Ἀχὰζ τὰ σκεύη οἴκου Κυρίου καὶ κατέκοψεν αὐτά, καὶ ἔκλεισεν τὰς θύρας οἴκου Κυρίου, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ,

καὶ ἐν πάσῃ πόλει καὶ πόλει ἐν Ἰούδᾳ ἐποίησεν ὑψηλὰ θυμιῶν θεοῖς ἀλλοτρίοις· καὶ παρώργισαν Κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν.

καὶ οἱ λοιποὶ λόγοι αὐτοῦ καὶ αἱ πράξεις αὐτοῦ αἱ πρῶται καὶ αἱ ἔσχαται, ἰδοὺ γεγραμμέναι ἐπὶ βιβλίῳ βασιλέων Ἰούδα καὶ Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἀχαζ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐτάφη ἐν πόλει Δαυείδ, ὅτι οὐκ εἰσήνεγκαν αὐτὸν εἰς τοὺς τάφους τῶν βασιλέων Ἰσραήλ· καὶ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.