Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.

καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.

καὶ ἐκεῖ ἦν ὁ προφήτης τοῦ κυρίου, Ὠδὴδ ὄνομα· καὶ ἐξῆλθεν εἰς ἀπάντησιν τῆς δυνάμεως τῶν ἐρχομένων εἰς Σαμάρειαν καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὀργὴ Κυρίου θεοῦ τῶν πατέρων ὑμῶν ἐπὶ τὸν Ἰουδά, καὶ παρέδωκεν αὐτοὺς εἰς τὰς χεῖρας ὑμῶν, καὶ ἀπεκτείνατε ἐν αὐτοῖς ἐν ὀργῇ· ἕως τῶν οὐρανῶν ἔφθακεν.

καὶ νῦν υἱοὺς Ἰούδα καὶ Ἰερουσαλὴμ λέγετε κατακτήσεσθαι εἰς δούλους καὶ δούλας· οὐκ ἰδοὺ ὑμῖν μεθʼ ὑμῶν μαρτυρῆσαι Κυρίῳ θεῷ ἡμῶν;

καὶ νῦν ἀκούσατέ μου καὶ ἀποστρέψατε τὴν αἰχμαλωσίαν ἣν ἠχμαλωτεύσατε τῶν ἀδελφῶν ὑμῶν, ὅτι ὀργὴ Κυρίου ἐφʼ ὑμῖν. [*](A) [*](XXVIII 1 εικοσι] pr υιος A | Αχαβ A | om ετη A 2 βασιλεως] των βασιλεω A | εποιησεν· ΒA | εν] και A 3 om εν B (hab A) | Γαιβενθομ| Γ ηβεεννομ A | και 2⁰] κατα B¹? ?ᵃᵇA | των εθνων] pr παντων A | ων] pr των απεριτμητων τουτων| και A | εξωλοθρ. B? | υιων] pr των A 4 αλσωδου A 5 βασιλεων] βασιλεως A (bis) | ηχμαλωτευσεν A | πολλην] + και ηγαlγεν εις Δαμασκον A | om γαρ A | παρεδωκαν A | εαυτω] εν αυτω A 6 απεστειλεν] απεκτεινεν A | Ρομελιου A | ουτων] εαυτων Aᵇ 7 Eζεχρι A | Μαασαιαν] Μασιαν A | Eγδρεικαν] δζρικαν A | Ελκανα A 8 ηχμαλωτευσαν A | θυ γατερας] pr και A | Σαμαριαν A (item 9) 9 ονομα] + αυτω BᵃᵇA | Ἰουδαν A | εν 2⁰ bis scr A | εως] pr και A 10 και 2⁰] εξ Bᵃᵇᵐᵍ | λεγετε] pr υμεις A | δουλους] δουλας B (δουλους Bᵃᵐb txt) | υμιν] εμι Bᵃᵇ (superscr) A | θεω] pr τω A | ημων] υμων A 11 om και 1⁰ A | αιχμαλωτευσατε A | οργη] +θυμου A)

107

καὶ ἀνέστησαν ἄρχοντες ἀπὸ τῶν υἱῶν Ἐφράιμ, Οὐδειὰ ὁ τοῦ [*](B) Ἰωάνου καὶ Ζαχαρίας ὁ τοῦ Μοσολαμὼθ καὶ Ἐζεκίας ὁ τοῦ Σελλὴμ καὶ Ἀμασείας ὁ τοῦ Κοάδ, ἐπὶ τοὺς ἐρχομένους ἀπὸ τοῦ πολέμου·

καὶ εἶπαν αὐτοῖς Οὐ μὴ εἰσαγάγητε τὴν αἰχμαλωσίαν ὧδε πρὸς ἡμᾶς, ὅτι εἰς τὸ ἁμαρτάνειν τῷ κυρίῳ ἐφʼ ἡμᾶς ὑμεῖς λέγετε, προσθεῖναι ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν καὶ ἐπὶ τὴν ἄγνοιαν, ὅτι πολλὴ ἡ ἁμαρτία ἡμῶν καὶ ἀργὴ Κυρίου θεοῦ ἐπὶ τὸν Ἰσραήλ.