Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Ὤν πέντε καὶ εἵκοσι ἐτῶν ἐβασίλευσεν Ἀμασείας, καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωναὰ ἀπὸ Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλʼ οὐκ ἐν καρδίᾳ πλήρει.

καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ.

καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν, κατὰ τὴν διαθήκην τοῦ νόμου Κυρίου καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπέρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπέρ πατέρων, ἀλλʼ ; ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.

Καὶ συνήγαγεν Ἀμασείας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατʼ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους παντὶ Ἰούδᾳ καὶ Ἰερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας, δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον, ρατοῦντας δόρυ καὶ θυρεόν.

καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας, δυνατοὺς ἰσχύι, ἑκατὸν ταλάντων ἀργυρίου.