Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐπέθεντο αὐτῷ, καὶ ἐλιθοβόλησαν αὐτὸν δι ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.

καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν μετʼ αὐτοῦ Ἰωδᾶε ὁ πατὴρ αὐτοῦ, καὶ ἐθανάτωσεν τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέθνησκεν, εἶπεν Ἴδοι Κύριος καὶ κρινάτω.

καὶ ἐγένετο μετὰ τὴν συντέλειαν τοῦ ἐνιαυτοῦ ἀνέβη ἐπʼ αὐτὸν δύναμις Συρίας, καὶ ἦλθεν ἐπὶ Ἰουδὰ καὶ ἐπὶ Ἰερουσαλήμ· καὶ κατέφθειραν πάντας τοὺς ἄρχοντας τοῦ λαοῦ ἐν τῷ λαῷ, καὶ πάντα τὰ σκῦλα αὐτῶν ἀπέστειλαν τῷ βασιλεῖ Δαμασκοῦ.

ὅτι ἐυ ὀλίγοις ἀνδράσιν παρεγένετο δύναμις Συρίας, καὶ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτῶν δύναμιν πολλὴν σφόδρα, ὅτι ἐνκατέλιπον Κύριον θεὸν τῶν πατέρων αὐτῶν· καὶ μετὰ Ἰωὰς ἐποίησεν κρίματα.

καὶ μετὰ τὸ ἀπελθεῖν αὐτοὺς ἀπʼ αὐτοῦ ἐν τῷ ἐνκαταλιπεῖν αὐτὸν ἐν μαλακίαις μεγάλαις, καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδᾶε τοῦ ἱερέως, καὶ ἐθανάτωσαν αὐτὸν ἐπὶ τῆς κλίνης αὐτοῦ, καὶ ἀπέθανεν· καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυείδ, καὶ οὐκ ἔθαψαν αὐτὸν [*](A) [*](14 ανηνεγκεν A | ολοκαυτωσιν A 15 ετελευτησεν] + εν A | εκατον] pr ετων A 16 εποιησαν A 18 εγκατελιπον Bᵇ εγκατελειπον A | τον Κυριον θεον] κν τον θν A | τοις ειδωλοις και ταις Aσταρταις A | Ἰουδαν A | Ιερουσαλημ] pr επι Bᵃᵇ (superscr) A 19 διεμαρτυρατο A | ουχ υπηκ.] ουκ ηκουσαν A 20 εγκατελιπετε Bᵇ εγκατελειπ. A | εγκαταλειψει BᵇA (-ψι) 22 κρινετω A 23 δυναμεις A | Ιουδαν A | κατεφθειρεν A | απεστιλεν A 24 παρεγινετο A | εγκατελιπον Bᵇ εγκατελειπον A | θεον] pr τον A | ουτων 2⁰] εαυτω| A 25 εγκαταλιπειν A | μαλακιαις] αι sup ras Aᵃ?)

101
ἐν τῷ τάφῳ τῶν βασιλέων. ²⁶καὶ οἱ ἐπιθέμενοι ἐπʼ αὐτὸν Ζαβὲλ ὁ [*](B) τοῦ Σαμὰ ὁ Ἀμμανείτης καὶ Ζωζαβὲδ ὁ τοῦ Σομαιὼθ ὁ Μωαβείτης

καὶ οἱ υἱοὶ αὐτοῦ πάντες, καὶ προσῆλθον αὐτῷ οἱ πέντε. καὶ τὰ λοιπὰ ἰδοὺ γεγραμμένα ἐπὶ τὴν γραφὴν τῶν βασιλέων· καὶ ἐβασίλευσεν Ἀμασίας υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.