Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων Βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραήλ, ὅτι οὐκ ἔστιν Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν ἱῶν Ἐφράιμ.

ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶν παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι

καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ θεοῦ Καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἂ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ Ἔστιν τῷ κυρίῳ δοῦναίσοι πλεῖστα τούτων.

καὶ διεχώρισεν Ἀμασείας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφράιμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν· καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν, καὶ ἐπέστρεψαν εἰς τὸν τόπον [*](26 Ζαβεθ A | Σαμα] Σαμαθ A | Αμμανιτης A | Ζωζαβεδ] pro ζ 2⁰ al A lit coeb B* Ιωζαβεδ A | Σομαιωθ] Σαμαριθ A | Μωαβιτης A 27ιδου] Ιουδα A | την γραφην] om την A | Ἀμασιας BA X X V 1 ων] pr και εβασιλευσεν·| B | Ἀμασιας BᵇA (item 5, 10 et fere ubique) | εννεα] pr και A | Ιωναα] Ιωαδεν A 3 αυτου 2⁰] εαυτου A | φονευσαντα A 4 του νομου] om του A | τη] post η ras 1 lit A | αποθανουνται 3° αποθανειται A 5 εκατονταρχους] pr εις Bᵃᵇ | παντι] pr εν Bᵃ⁰ (superscr) A 7 πορευσεται] παρελευσεται A 8 om σε A | εναντιον] εναντι A | και ισχυσοι] κατισχυσοι A + εν τουτοις A | τροπω- σεσθαιA 9 Ἀμασιας BA 10 εαυτων A (bis) | επεστρεψαν] υπεστρεψεν A)

102
[*](B)αὐτῶν ἐν ἀργῇ θυμοῦ.

καὶ Ἀμασείας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ δέκα χιλιάδας.

καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα, καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ, καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διερρήγνυντο.