Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ κηρυξάτωσαν ἐν Ἰούδᾳ καὶ ἐν Ἰερουσαλὴμ εἰσενέγκαι Κυρίῳ, καθὼς εἶπεν Μωυσῆς παῖς τοῦ θεοῦ ἐπὶ τὸν Ἰσραὴλ ἐν τῇ ἐρήμῳ.

καὶ ἔδωκαν πάντες ἄρχοντες καὶ πᾶς ὁ λαός, καὶ εἰσέφερον καὶ ἐνέβαλλον εἰς τὸ γλωσσόκομον ἕως οὗ ἐπληρώθη.

καὶ ἐγένετο ὡς εἰσέφερον τὸ γλωσσόκομον πρὸς τοὺς προστάτας τοῦ βασιλέως διὰ χειρὸς τῶν Λευειτῶν, καὶ ὡς εἶδον ὅτι ἐπλεόνασεν τὸ ἀργύριον, καὶ ἦλθεν ὁ γραμματεὺς τοῦ βασιλέως καὶ ὁ προστάτης τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐξεκένωσεν τὸ γλωσσόκομον, καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ· οὕτως ἐποίουν ἡμέραν ἐξ ἡμέρας, καὶ συνήγαγον ἀργύριον πολύ.

καὶ ἔδωκεν αὐτὸ ὁ βασιλεὺς καὶ Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ποιοῦσιν τὰ ἔργα εἰς τὴν ἐργασίαν οἴκου Κυρίου· καὶ ἐμισθοῦντο λατόμους καὶ τέκτονας ἐπισκευάσαι τὸν οἶκον Κυρίου, καὶ χαλκεῖς σιδήρου καὶ χαλκοῦ ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

καὶ ἐποίουν οἱ ποιοῦντες τὰ ἔργα, καὶ ἀνέβη μῆκος τῶν ἔργων ἐν χερσὶν αὐτῶν, καὶ ἀνέστησαν τὸν οἶκον Κυρίου ἐπὶ τὴν στάσιν αὐτοῦ καὶ ἐνίσχυσαν.

καὶ ὡς συνετέλεσαν, ἤνεγκαν πρὸς τὸν βασιλέα καὶ πρὸς Ἰωδᾶε τὸ κατάλοιπον τοῦ ἀργυρίου, καὶ ἐποίησαν σκεύη εἰς οἶκον Κυρίου, σκεύη λειτουργικὰ ὁλοκαυταομάταων καὶ θυίσκας [*](3 Ιωδαε] Ιωας Bᵃᵐᵍᵇ | δύο γυναικας A | εγεννησαν A 6 Ιωας) ο A βασιλευς A | οτι] οτε A | εξεκκλησ. A 7 om γαρ A | τοις B. A 9 εισενεγκειν A | Κυ υριω] pr τω A 11 εισεφερον] εφερον A | εξεκενωσαν BᵃᵇA | τον γλωσσ. (2⁰) A 12 ποιουσι A | om και χαλκεις...οικον Κυριου (2⁰) A 14 συνετελεσαν] α sup ras B?)

100
[*](B) χρυσᾶς καὶ ἀργυρᾶς, καὶ ἀνήνεγκαν ὁλοκαυτώσεις ἐν οἴκῳ Κυρίου διᾶ παντὸς πάσας τὰς ἡμέρας Ἰωδᾶε.