Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔλαβεν ἑαυτῷ Ἰωδῶε γυναῖκας δύο, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.

καὶ ἐγένετο μετὰ ταῦτα, καὶ ἐγένετο ἐπὶ καρδίαν Ἰωὰς ἐπισκευάσαι τὸν οἶκον Κυρίου.

καὶ συνήγαγεν τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας καὶ εἶπεν αὐτοῖς Ἐξέλθατε εἰς τὰς πόλεις Ἰούδα καὶ συναγάγετε ἀπὸ παντὸς Ἰσραὴλ ἀργύριον κατισχῦσαι τὸν οἶκον Κυρίου ἐνιαυτὸν κατʼ ἐνίαυτόν, καὶ σπεύσατε λαλῆσαι· καὶ οὐκ ἐπίστευσαν οἱ Λευεῖται.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰωὰς τὸν Ἰωδᾶε τὸν ἄρχοντα καὶ εἶπεν αὐτῷ Διὰ τί οὐκ ἐπεσκέψω περὶ τῶν Λευειτῶν τοῦ εἰσενέγκαι ἀπὸ Ἰούδα καὶ Ἰερουσαλὴμ τὸ κεκριμένον ὑπὸ Μωυσῆ ἀνθρώπου θεοῦ, ὅτι ἐξεκλησίασεν τὸν Ἰσραὴλ εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου;

ὅτι Γοθολία ἣν ἡ ἄνομος, καὶ οἱ υἱοὶ αὐτῆς κατέσπασαν τὸν οἶκον τοῦ θεοῦ, καὶ γὰρ τὰ ἅγια οἵκου Κυρίου ἐποίησαν ταῖς Βααλεὶμ.

καὶ εἶπεν ὁ βασιλεύς Γενηθήτω γλωσσόκομον καὶ τεθήτω ἐν πύλῃ οἴκου Κυρίου ἔξω.