Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐγήρασεν Ἰωδᾶε πλήρης ἡμερῶν, καὶ ἐτελεύτησεν ὢν ἑκατὸν καὶ τριάκοντα ἐτῶν ἐν τῷ τελευτᾶν αὐτόν.

καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυεὶδ μετὰ τῶν βασιλέων, ὅτι ἐποίησεν ἀγαθωσύνην μετὰ Ἰσραὴλ καὶ μετὰ τοῦ θεοῦ καὶ τοῦ οἴκου αὐτοῦ.

καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἰωδᾶε εἰσῆλθον οἱ ἄρχοντες Ἰούδα καὶ προσεκύνησαν τὸν βασιλέα· τότε ἐπήκουσεν αὐτοῖς ὁ βασιλεύς.

καὶ ἐνκατέλιπον τὸν Κύριον θεὸν τῶν πατέρων αὐτῶν, καὶ ἐδούλευον ταῖς Ἀστάρταις καὶ τοῖς εἰδώλοις· καὶ ἐγένετο ὀργὴ ἐπὶ Ἰουδὰ καὶ Ἰερουσαλὴμ ἐν τῇ ἡμέρᾳ ταύτῃ.

καὶ ἀπέστειλεν πρὸς αὐτοὺς προφήτας, ἐπιστρέψαι πρὸς Κύριον, καὶ οὐκ ἤκουσαν· καὶ διεμαρτύραντο αὐτοῖς, καὶ οὐχ ὑπήκουσαν.

καὶ πνεῦμα θεοῦ ἐνέδυσεν τὸν Ἀζαρίαν τὸν τοῦ Ἰωδᾶε τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ καὶ εἶπεν Τάδε λέγει Κύριος Τί παραπορεύεσθε τὰς ἐντολὰς Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε· ὅτι ἐνκατελίπετε τὸν κύριον, καὶ ἐνκαταλείψει ὑμᾶς.