Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἦν μετʼ αὐτοῦ ἐν [*](A) [*](2 Αμβρει]| Ζαμβρι A 4 οικος] pr ο A | εξολοθρευσαι B 5 Αχααμ A | Ῥμὰ] Ρεμμωθ A 6 Ισραηλ] Ιζραελ A (bis) | επαταξεν A | θεασα- σθαι A 7 υιον] pr Ἰηοῦ A | Ναμεσσι A | om τον οικον Αχααβ A 8 Ιηοῦ A | ευρεν A | αρχοντας Ιουδα A | om λειτουίργ. τω ψχοζεια A 9 Σαμαρία A | Ἰηου A | εζητησεν] ἐκζητήσει A | τη καρδεα] om τη A 10 βασιλείας] +αυτου A 11 Ιωσαβεθ A (bis) +(1⁰) θυγατηρl τουβασι- λεως A | υιων] pr των A | ταμειον] τὸ ταμιειον A | Ιωραμ BᵃᵇA] Ιωας B | καί γυνη Ιωδαε] καί Ιωδαε (δάε sup ras) B* γυνή Ιωδαε Bᵃᵇ γ. Ιωιαδα A | Ιωδαε] +αδελφοι B (om αδ. BᵇᵛⁱᵈA) +-του ἱερέως Bᵃᵇᵐοᵍ⁾A | Γοθολιας] pr του βασιλέως Ιωας B* (om BᵇᵛiᵈA) 12a13 αυτου] αυτης A)

97
οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἔξ ἔτη, καὶ Γοθολία ἐβασίλευσεν [*](B) ἐπὶ τῆς γῆς.

Καὶ ἐν τῷ ἔτει τῷ ὀγδόῳ ἐκραταίωσεν Ἰωδᾶε καὶ ἔλαβεν τοὺς ἑκατοντάρχους, τὸν Ἀζαρίαν υἱὸν Ἰωρὰμ καὶ τὸν Ἰσμαὴλ υἱὸν Ἰωανάν καὶ τὸν Ἀζαρίαν υἱὸν Ὠβὴδ καὶ τὸν Μασσαίαν υἱὸν Ἀζειὰ καὶ τὸν Ἐλεισαφὰν υἱὸν Ζαχαριά, μετʼ αὐτοῦ εἰς οἶκον.

καὶ ἐκύκλωσαν τὸν Ἰούδαν, καὶ συνήγαγεν τοὺς Λευείτας ἐκ πασῶν τῶν πόλεων Ἰούδα καὶ ἄρχοντες πατριῶν τοῦ Ἰσραήλ, καὶ ἦλθον εἰς Ἰερουσαλήμ.

καὶ διέθεντο πᾶσα ἐκκλησία Ἰούδα διαθήκην ἐν οἴκῳ τοῦ θεοῦ μετὰ τοῦ βασιλέως· καὶ ἔδειξεν αὐτοῖς τὸν υἱὸν τοῦ βασιλέως καὶ εἶπεν αὐτοῖς Ἰδοὺ ὁ υἱὸς τοῦ βασιλέως βασιλευσάτω, καθὼς ἐλάλησεν Κύριος, ἐπὶ τὸν οἶκον Δαυείδ.

νῦν ὁ λόγος οὗτος ὃν ποιήσετε· τὸ τρίτον ἐξ ὑμῶν εἰσπορευέσθωσαν τὸ σάββατον, τῶν ἱερέων καὶ τῶν Λευειτῶν, καὶ εἰς τὰς πύλας τῶν εἰσόδων,

καὶ τρίτον ἐν οἴκῳ τοῦ βασιλέως, καὶ τὸ τρίτον ἐν τῇ πύλῃ τῇ μέσῃ, καὶ πᾶς ὁ λαὸς ἐν αὐλαῖς οἴκου Κυρίου.