Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ μὴ εἰσελθέτω εἰς οἶκον Κυρίου ἐὰν μὴ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται καὶ οἱ λειτουργοῦντες τῶν Λευειτῶν· αὐτοὶ εἰσελεύσονται, ὅτι ἅγιοί εἰσιν· καὶ πᾶς ὁ λαὸς φυλασσέτω φῦλάκας Κυρίῳ.

καὶ κυκλώσουσιν τὸν βασιλέα οἱ Λευεῖται κύκλῳ ἀνδρὸς σκεῦος σκεῦος ἐν χειρὶ αὐτοῦ, καὶ ὁ εἰσπορευόμενος εἰς τὸν οἴκον ἀποθανεῖται· καὶ ἔσονται μετὰ τοῦ βασιλέως εἰσπορευομένου καὶ ἐκπορευομένου.

καὶ ἐποίησαν οἱ Λευεῖται καὶ πᾶς Ἰούδα κατὰ πάντα ὅσα ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεύς· καὶ ἔλαβον ἕκαστος τοὺς ἄνδρας αὐτοῦ ἀπʼ ἀρχῆς τοῦ σαββάτου ἕως ἐξόδου τοῦ σαββάτου, ὅτι οὐ κατέλυσεν Ἰωδᾶε τὰς ἐφημερίας.

καὶ ἔδωκεν τὰς μαχαίρας καὶ τοὺς θυρεοὺς καὶ τὰ ὅπλα ἃ ἦν τοῦ βασιλέως Δαυεὶδ ἐν οἴκῳ τοῦ θεοῦ.

καὶ ἔστησεν πάντα τὸν λαόν, ἕκαστον ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ τῆς ὠμίας τοῦ οἴκου τῆς δεξιᾶς ἕως τῆς ὠμίας τῆς ἀριστερᾶς τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου ἐπὶ τὸν βασιλέα κύκλῳ.

καὶ ἐξήγαγεν τὸν υἱὸν τοῦ βασιλέως, καὶ ἔδωκεν ἐπʼ αὐτὸν τὸ βασί λειον καὶ τὰ μαρτύρια· καὶ ἐβασίλευσαν καὶ ἔχρισαν αὐτὸν Ἰωδᾶε καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ εἶπαν Ζήτω ὁ βασιλεύς.