Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰσραὴλ ἀῃὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας· καὶ Οχοζείας υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰούδα κατέβη θεᾶσθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰσραήλ, ὅτι ἠρρώστει.

καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Φχοζείᾳ ἐλθεῖν πρὸς Ἰωράμ· καὶ ἐν τῷ ἐξελθεῖν ἐξῆλθεν μετʼ αὐτοῦ Ἰωρὰμ πρὸς υἱὸν Ναμεσσεὶ χριστὸν Κυρίου τὸν οἶκον Ἀχαάβ.

καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαάβ, καὶ εὗρον τοὺς Ἰουδα ἄρχοντας καὶ τοὺς ἀδελφοὺς Οχοζεία λειτουργοῦντας τῷ Οχοζείᾳ καὶ ἀπέκτεινεν αὐτούς.

καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Οχοζείαν· καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰού, καὶ ἀπέκτεινεν αὐτόν. καὶ ἔθαψαν αὐτόν, ὅτι εἶπαν ζἱὸς Ἰωσαφάτ ἐστιν, ὁς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ τῇ καρδίᾳ αὐτοῦ· καὶ οὐκ ἦν ἐν οἶκῳ Φχοζεία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας.

Καὶ Γοθολία ἡ μήτηρ ³Οχοζεία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός, καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰούδα.

καὶ ἔλαβεν Ἰωσαβεὲ τὸν Ἰωὰς υἱὸν Οχοζεία, καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμέναων, καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμεῖον κλινῶν· καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβεὲ θυγάτηρ τοῦ βασιλέως Ἰωράμ, ἀδελφὴ Ὀχοζείου καὶ γυνὴ Ἰωδᾶε· καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Τοθολίας, καὶ οὐκ ἀπέκτεινεν αὐτόν.