Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ καὶ οἱ υἱοὶ Ἀμμῶν καὶ μετʼ αὐτῶν ἐκ τῶν Μειναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ λέγοντες Ἥκει ἐπὶ σέ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσὰμ Θμόρά, αὕτη ἐστὶν Ἐνγάδει.

καὶ ἐφοβήθη, καὶ ἔδωκεν Ἰωσαφὰτ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον, καὶ ἐκήρυξαν νηστείαν.

καὶ συνήχθη Ἰούδας ἐκζητῆσαι τὸν κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδας ἦλθον ζητῆσαι τὸν κύριον.

καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἰερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς,

καὶ εἶπεν Κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν, οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν, καὶ ἐυ τῇ χειρί σου ἰσχὺς δυναστείας, καὶ οὐκ ἔστιν πρὸς σέ ἀντίστῆναι;

οὐχὶ σὺ ὁ κύριος ἐξωλέθρευσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔδωκας αὐτὴν σπέρματι Ἀβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;

καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες

Ἐὰν ἐπέλθῃ ἐφʼ ἡμᾶς κακά, όομφαία, κρίσις, θάνατος, λιμός, στησόμεθα ἐναντίον τοῦ οἴκου τοῦ καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σέ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.

καὶ νῦν ἰδοὺ υἱοὶ Ἀμμὼν καὶ ὄρος Σηείρ, εἰς οὓς οὐκ ἔδωκας [*](10 εφ 1⁰] προς A | των κατοικ.] om των A + εν ταις πολεσιν ουτων A | A αιματος] pr αιμα Bᵃᵇᵐᵍ+ αμα| Aviᵈ | κυριω] θω A 11 Ζαβδιας A + υιος Ισμαηλ A | ο ηγουμ.] om ο A | Ιουδα] Τουδα Aᵇ | Λευιται A | om και 5⁰ A X X 1 Μωαβ κ. οι υιοι Αμμων] Αμμωl και οι υιοι Μωαβ A | Μιναιων A 2 περαν] pr του A | Ασαμ Eαμαρα] Α νασαν Θαμαρ A| Ενγαδδει A 3 εκηρυξαν B*A] εκηρυξεν Bᵃ εκηρυξε Bᵇ | νηστειαν] + εν παντι Ιουδα BᵃᵇᵐᵍA 6 θεος 2⁰] pr ο A | om ανω A 7 συ] +ει A | κυριος] θς A | εξωλοθρευσας B? εξολεθρευσας A | Ισραηλ] pr λαου σου A 8 om εν αυτη και ωκοδομησαν B (hab Bᵃᵇ (ᵐᵍ⁾ A) 9 του 2⁰] τουτου BᵃᵇA | σωσεις] σ 1⁰ sup ras Aᵇ 10 Αμμων] + και Μωαβ BᵃᵇA)

92
[*](B) τῷ Ἰσραὴλ διελθεῖν δι᾿ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπʼ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς·

καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφʼ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν,