Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Κύριε ὁ θεὸς ἡμῶν· οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τἰ ποιήσωμεν αὐτοῖς· ἀλλ᾿ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

καὶ πᾶς Ἰουδὰ ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες.

καὶ τῷ Οζειὴλ τῷ τοῦ Σαχαρίου τῶν υἱῶν Ἐλεαὴλ τοῦ Μανθανίου τοῦ Λευείτου ἀπὸ τῶν υἱῶν Ἀσάφ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ,

καὶ εἶπεν Ἀκούσατε, πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ, τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς Μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστὶν ἡ παράταξις ἀλλ ἣ τῷ θεῷ.

αὔριον κατάβητε ἐπʼ αὐτούς· ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ἀσᾶε, καὶ εὑρήσετε αὐτοὺς ἐπʼ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ.

οὐχ ὑμῖν ἐστὶν πολεμῆσαι· ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθʼ ὑμῶν· ἰδοὺ καὶ Ἰερουσαλήμ· μὴ πτοηθῆτε μηδὲ φοβηθῆτε αὐτόν, ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθʼ ὑμῶν.

καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰουδὰ καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ ἔπεσαν ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ.

καὶ ἀνέστησαν οἱ Λευεῖται ἀπὸ τῶν υἱῶν Καὰθ καὶ ἀπὸ τῶν υἱῶν Κόρε αἰνεῖν Κυρίῳ θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

καὶ ὥρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον εκώε· καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ἰωσαφὰτ καὶ ἐβόησεν Ἀκούσατέ μου, Ἰουδὰ καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλήμ· ἐνπιστεύσατε ἐν Κυρίῳ θεῷ ὑμῶν, καὶ ἐνπιστευθήσεσθε· ἐνπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.

καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ, καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως· καὶ ἔλεγεν

  • Ἐξομολογεῖσθε τῷ κυρίῳ.
  • ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
  • [*](A) [*](10 εξωλοθρευσαν B? 11 ημας 1⁰] υμας A | απο] εκ A 12 ισχυςημιν A Ἰουδας A | εναντιο A 14 Οζιηλ A | των υιων 1⁰] Βαναιου των] υιων A | Bλεαηλ] Ελεηλ A | Ματθανιου A |λευιτου A 15 Ἰοδας A* vid 16 om ποταμοῦ A 17 ιδου] Ιουδα A | μh πτοηθητε μηδὲ φοβήθητε] μη φοβεισθαι· μηδε' πτοηθηlτε A |μηδὲ] μη Bᵇ | αυτον] αυριον BᵃᵇA |om αυτοις A 18 αυ- του] εαυτου A | Ιερουσαλημ] pr εν A | επεσον A | εναντιον A 19 Λευιται A | θεω] pr τω A 20 πρωι] pr το A | εβοησεν] καο ειπεν A | εμπιστ.ter Βα?β A| om εν 3⁰ A 21 om και αινειν...εξομολογεισθε A | ελεγεν B*] ελεγον Bᵃ?b)

    93

    καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως [*](B) ἔδωκεν Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰουδά, καὶ ἐτροπώθησαν.