Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἀπέστρεψεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἰερουσαλήμ.

καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ Ἰοὺ ὁ τοῦ Ἁνανεὶ ὁ προφήτης καὶ εἶπεν αὐτῷ Βασιλεὺς Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ Κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπὶ σέ ὀργὴ παρὰ Κυρίου·

ἀλλ᾿ ἢ λόγοι ἀγαθοὶ ηὑρέθησαν ἐν σοί, ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα, καὶ κατηύθυνας τὴν καρδίαν σου ἐκζητῆσαι τὸν κύριον.

καὶ κατῴκησεν Ἰωσαφάτ, πάλιν ἐξῆλθεν εἰς τὸν λαὸν ἀπὸ Βεηρσάβεε ἕως ὄρους Ἐφράιμ. καὶ ἐπέστρεψεν αὐτοὺς ἐπὶ Κύριον θεὸν τῶν πατέρων αὐτῶν.

καὶ κατέστησεν κριτὰς πάσαις ταῖς πόλεσιν Ἰούδα ταῖς ἀχυροῖς ἐν πόλει καὶ πόλει.

καὶ εἶπεν τοῖς κριταῖς Ἴδετε τί ὑμεῖς ποιεῖτε, ὅτι οὐκ ἀνθρώπῳ ὑμεῖς κρίνετε ἀλλ᾿ ἢ τῷ κυρίῳ. καὶ μεθʼ ὑμῶν λόγοι τῆς κρίσεως.

καὶ νῦν γενέσθω φόβος Κυρίου ἐφʼ ὑμᾶς· φυλάσσετε καὶ ποιήσετε, ὅτι οὐκ ἔστιν μετὰ Κυρίου θεοῦ ἡμῶν ἀδικία οὐδὲ θαυμάσαι πρόσωπον οὐδὲ λαβεῖν δῶρα.

καὶ γὰρ ἐν Ἰερουσαλὴμ κατέστησεν Ἰωσαφὰτ τῶν ἱερέων καὶ τῶν Λευειτῶν καὶ τῶν πατριαρχῶν Ἰσραὴλ εἰς κρίσιν Κυρίου καὶ κρίνειν τοὺς κατοικοῦντας ἐν Ἰερουσαλήμ.

καὶ ἐνετείλατο πρὸς αὐτοὺς λέγων Οὕτως ποιήσετε ἐν φόβῳ Κυρίου, ἐν ἀληθείᾳ καὶ ἐν πλήρει καρδία·

πᾶς [*](A) [*](32 om και 2⁰ A 33 ετεινεν] ενετεινεν A 34 δυνοντος A XΙΧ 1απεστρεψεν B*] επεστρεψεν BᵃᵇA | αυτου] εαυτου A | εις 2⁰] pr εν ειρηνη A 2 Ιηου A | Ανανι A | βασιλευς] βασιλευ BᵃA 3 ευρεθησαν A | κατευ- θυνας A | τον κν] ν κν sup ras Aᵃ? 4 Ιωσαφατ] + εν Ιλημ A | Βηρσαβεε A 6 ποιειτ Aᵃ?(ᵐᵍ) (om A*) | κρισεως] pl retractavit spiritus et accentus ad- pinx usque ad XX 1 Aᵇ 7 γενεσθω] seq ras 1 lit in A | φυλασσετε (-αι A)] pr και A | ποιησεται A (item 9, 10) | ημων] υμων A 8 Λευιτων A 9 εν πληρει καρδια] πληρεις καρδιας A)

91
ἀνὴρ κρίσιν τὴν ἐλθοῦσαν ἐφʼ ὑμᾶς τῶν ἀδελφῶν ἡμῶν τῶν κατοικούντων [*](Β) ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον προστάγματος καὶ ἐντολῆς, καὶ δικαιώματα καὶ κρίματα· καὶ διαστελεῖσθε αὐτοῖς, καὶ οὐχ ἁμαρτήσονται τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐφʼ ὑμᾶς ὀργὴ καὶ ἐπὶ τοὺς ἀδελφοὺς ὑμῶν· οὕτως ποιήσετε, καὶ οὐχ ἁμαρτήσεσθε.

καὶ ἰδοὺ Ἀμαρίας ὁ ἱερεὺς ἡγούμενος ἐφʼ ὑμᾶς εἰς πᾶν λόγον Κυρίου, καὶ Σαβδείας ὁ ἡγούμενος εἰς οἶκον Ἰούδα πρὸς πᾶν λόγον βασιλέως, καὶ οἱ γραμματεῖς καὶ οἱ Λευεῖται πρὸ προσώπου ὑμῶν· ἰσχύσατε καὶ ποιήσατε, καὶ ἔσται Κύριος μετὰ τοῦ ἀγαθοῦ.