Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυεὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

καὶ ἐχθές καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ. καὶ εἶπεν Ἰσραήλ Κύριός σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.

καὶ ἦλθον πάντες πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρών, καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυεὶδ διαθήκην ἐν Χεβρὼν ἐναντίον Κυρίου, καὶ ἔχρισαν τὸν Δαυεὶδ εἰς βασιλέα ἐπὶ Ἰσραὴλ κατὰ τὸν λόγον Κυρίου διὰ χειρὸς [*](U+05D0A) [*](7 om ανηρ U+05D0 | ο εν] ον εν U+05D0* (ο εν U+05D0ᵃ) | Ισραηλ 2⁰] pr πας U+05D0 | om και 40° U+05D0 | κατελιπον U+05D0 | κατωκισα) U+05D0 | αυτοις U+05D0 σκυλευσαι A | τους τραυμ. B*U+05D01 A) ο τραυμ. Bᵇᵛⁱᵈ τας τρ.U+05D0* 9 απεστιλαν U+05D0 | ουτων] αυτοις U+05D0 10 οικω 1⁰] ω sup ras B? | om κεφαλην U+05D0* (superscr U+05D0ᵃ) 11 αποντα]| πανια A | και 2⁰] εν A 12 το σωμα 1⁰] om το U+05D0 | το σωμα 2⁰] τα σωματα A | om εν U+05D0* (hab U+05D0ᵃᵐᵍ somostr) 13 αυτων A*ᵛiⁱᵈ (αυτου Aᵇ) | θεω] κω A | Κυριου] pr του U+05D0 | ενγαστριμ. B*ᵇ εγγ. Bᵃᵇ | αυτω] pr αυτο U+05D0ᵃ ᵐᵍsinisr 14 εξεζητησεν A | Κυριον] κς U+05D0 τον κν Σαουλ A | αυτον] + καθοτι ουκ ηρωτησεν εν κω A | απε- στρεψεν U+05D0 |Δαδ U+05D0A (ira ubique) X 1 2 βασιλεως] βασιλευς U+05D0 | ο εξαγων και εισαγων] ο εισαγαγων και εξαγαγων U+05D0 | om Ισραηλ 2ᵇ U+05D0A | Κυριος] +ο θς σου A | ποιμανεις] πενεις U+05D0* (οιμ superscr U+05D0ᵃ) | συ 3⁰] σοι U+05D0 | om εση U+05D0*A (hab BU+05D0ᵍ) | Ισραηλ 3⁰| Ιηλμ U+05D0* U+05D0(Ιηλ U+05D0¹) 3 εις 1⁰]| εν A | εναντ. A | εις βασ.] εις βα sup ras Aᵃ?)

25
Σαμουὴλ.

Καὶ ἐπορεύθη ὁ βασιλεὺς καὶ ἄνδρες αὐτοῦ εἰς [*](B) Ἰερουσαλήμ, αὕτη Ἰεβούς, καὶ ἐκεῖ οἱ Ἰεβουσαῖοι οἱ κατοικοῦντες τὴν Ἰεβοὺς

εἶπαν τῷ Δαυεὶδ Οὐκ εἰσελεύσῃ ὧδε. καὶ προκατελάβετο τὴν περιοχὴν Σειών, αὕτη ἡ πόλις Δαυείδ.

καὶ εἶπεν Δαυεὶδ Πᾶς τύπτων Ἰεβουσαῖον ἐν πρώτοις, καὶ ἔσται εἰς ἄρχοντα καὶ εἰς στρατηγόν· καὶ ἀνέβη ἐπʼ αὐτῇ ἐν πρώτοις Ἰωὰβ υἱὸς Σαρουιά, καὶ ἐγένετο εἰς ἄρχοντα.

καὶ ἐκάθισεν Δαυεὶδ ἐν τῇ περιοχῇ· διὰ τοῦτο ἐκάλεσεν αὐτὴν Πόλιν Δαυείδ·

καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ· καὶ ἐπολέμησεν καὶ ἔλαβεν τὴν πόλιν.

καὶ ἐπορεύετο Δαυεὶδ πορευόμενος, καὶ Κύριος Παντοκράτωρ μετʼ αὐτοῦ.

καὶ οὗτοι οἱ ἄρχοντες τῶν δυνατῶν οἳ ἦσαν τῷ Δαυείδ, οἱ κατισχύοντες μετʼ αὐτοῦ ἐν τῇ βασιλείᾳ αὐτοῦ μετὰ παντὸς Ἰσραὴλ τοῦ βασιλεῦσαι αὐτὸν κατὰ τὸν λόγον Κυρίου ἐπὶ Ἰσραήλ.

καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυείδ· Ἰεσεβαδὰ υἱὸς Ἀχαμανεὶ πρῶτος τῶν τριά- κοντα· οὗτος ἐσπάσατο τὴν όομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαὶ ὁ Ἀρχωνεί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.

οὗτος ἦν μετὰ Δαυεὶδ ἐν Φασοδομή, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἤν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσὤπου ἀλλοφύλων.

καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτήν, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.