Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ κατέβησαν τρεῖς ἐκ τῶν τριάκοντα ἀρχόντων εἰς τὴν πέτραν πρὸς Δαυεὶδ εἰς τὸ σπήλαιον Ὀδολλὰμ, καὶ παρεμβολὴ τῶν ἀλλοφύλων ἐν τῇ κοιλάδι τῶν γιγάντων.

καὶ Δαυεὶδ τότε ἐν τῇ περιοχῇ, καὶ τὸ σύστεμα τῶν ἀλλοφύλων τότε ἐν Βαιθλέεμ.

καὶ ἐπεθύμησεν Δαυεὶδ καὶ εἶπεν Τίς ποτιεῖ με ὕδωρ ἐκ τοῦ λάκκου Βηθλέεμ τοῦ ἐν τῇ πύλη;

καὶ διέρρηξαν οἱ τρεῖς τὴν παρεμβολὴν [*](4 αυτου] om U+05D0* (hab U+05D0ᵃᵐᵍ) Ισλ A | εις] om U+05D0 επι A | Ιεβους 2⁰] γην A U+05D0A 5 ειπαν] + δε οι| κατοικουντες Ιεβους A | Σιων U+05D0Α 6 Ιεβουσαιον] pr τον U+05D0* (om U+05D0ᵃ) εβ sup ras 3 litt A¹ | εστε U+05D0 | ειστρατηγον A | αυτη B* (αυτην Bᵃ) | Σαρουιας A 8 οικοδομησεν U+05D0 9 πορευομενος] +μετ αυτου U+05D0* (om U+05D0ᵃ) +και μεγαλυνομενος A 10 τη βασ.] om τη U+05D0 | επι] εν U+05D0 11 του Δ.] τουsup ras A¹ | Ιεσσαιβαδα U+05D0 Ισβααμ A | Αχαμαννι U+05D0 Αχαμανι A | πρω- τος] πρωτοτοκος A | εσπατο A* (εσπασατο A¹) | τριακοσιας U+05D0* (τριακοσιους U+05D0ᵃ) 12 Δωδε U+05D0 | Αρχωνει] Αχωνει U+05D0 Αχωχι A | τρισι A | δυνατος A 13 Φασο- δομῖl A | εις πολεμον εκει U+05D0 | πληρεις A 15 τρεις] pr οι A | παρεμβ.] pr η A | εν τη κ.] pr παρεμβεβληκει A 16 συστεμα] υποστεμα A | Βαιθλεεμ] τη Βηθλεεμ U+05D0 τη Bεθλ. A 17 Βαιθλεεμ U+05D0 18 και διερρηξαν..πυλη om U+05D0* (hab κ διεορηξαν οι γ την παρεμβολην] των αλλοφυλων κ υδρευσαντο υδωρ εκ του λακκου του εν Bεθλεεμ ος ην]| εν τη πυλη U+05D0α ᵐᵍ sup))

26
[*](B)τῶν ἀλλοφύλων καὶ ὑδρεύσαντο ὕδωρ ἐκ τοῦ λάκκου τοῦ ἐν Βαιθλέεμ, ὅς ἦν ἐν τῇ πύλη, καὶ ἔλαβον πρὸς Δαυείδ, καὶ οὐκ ἤθελεν Δαυεὶδ τοῦ πιεῖν αὐτό· καὶ ἔσπεισεν αὐτὸ τῷ κυρίῳ

καὶ εἶπεν Ἵλεώς μοι ὁ θεὸς τοῦ ποιῆσαι τὸ ῥῆμα τοῦτο· εἰ αἷμα ἀνδρῶν τούτων πίομαι ἐν ψυχαῖς αὐτῶν; ὅτι ἐν ψυχαῖς αὐτῶν ἤνεγκαν· καὶ οὐκ ἐβούλετο πιεῖν αὐτό. ταῦτα ἐποίησαν οἱ τρεῖς δυνατοί.

καὶ Ἀβεισὰ ἀδελφὸς Ἰωάβ, οὗτος ἦν ἄρχων τῶν τριῶν, οὖτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί καὶ οὗτος ἦν ὀνομαστὸς ἐν τοῖς τρισίν,

ἀπὸ τῶν τριῶν ὑπέρ τοὺς δύο ἔνδοξος, καὶ ἦν αὐτοῖς εἰς ἄρχοντα, καὶ ἕως τῶν τριῶν οὐκ ἤρχετο.

καὶ Βαναιὰ υἱὸς Ἰωδάε υἱὸς ἀνδρὸς δυνατοῦ, πολλὰ ἔργα αὐτοῦ ὑπέρ Καβασαήλ· οὗτος ἐπάταξεν τοὺς δύο ἀριὴλ Μωάβ, καὶ οὗτος κατέβη καὶ ἐπάταξεν τὸν λέοντα ἐν τῷ λάκκῳ ἐν ἡμέρᾳ χιόνος,

καὶ οὗτος ἐπάταξεν τὸν ἄνδρα τὸν Αἰγύπτιον, ἄνδρα ὁρατὸν πεντάπηχυν· καὶ ἐν χειρὶ τοῦ Αἰγυπτίου δόρυ ὡς ἀντίον ὑφαινόντων· καὶ κατέβη ἐπʼ αὐτὸν Βαναίας ἐν ῥάβδῳ καὶ ἀφείλατο ἐκ τῆς χειρὸς τοῦ Αἰγυπτίου τὸ δόρυ, καὶ ἀπέκτεινεν αὐτὸν ἐν τῷ δόρατι αὐτοῦ.

ταῦτα ἐποίησεν Βαναίας υἱὸς Ἰωάδ, καὶ τούτῳ ὄνομα ἐν τοῖς τρισὶν τοῖς δυνατοῖς·

ὑπέρ τοὺς τριάκοντα ἔνδοξος οὗτος, καὶ πρὸς τοὺς τρεῖς οὐκ ἤρχετο, καὶ κατέστησεν αὐτὸν Δαυεὶδ ἐπὶ τὴν πατριὰν αὐτοῦ.

Καὶ δυνατοὶ τῶν δυνάμεων· Ἀσαὴλ ἀδελφὸς Ἰωάβ, Ἐλεανὰν υἱὸς Δωδῶε Βαιθλάεμ,

Σαμαὼθ ὁ Ἀδί Χέλλης ὁ Φελωνεί,

Ὠραὶ υἱὸς ἐκ τῆς Ὁθεκώ, Ἀβιέζερ ὁ Ἀναθωθεἰ,