Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουὲ.

καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω υἱῶν αὐτοῦ· καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Μελχεισοῦε υἱοὺς Σαούλ.

καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ· καὶ εὗρον αὐτοὺς οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσαν ἀπὸ τῶν τόξων.

καὶ εἶπεν Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθαωωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαοὺλ τὴν ῥομφαἰαν καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.

καὶ εἶδεν ὁ αἴρων τὰ σκεύη αὐτοῦ ὅτι ἀπέθανεν Σαούλ, καὶ ἔπεσεν καὶ αὐτὸς ἐπὶ τὴν ῥομφαίαν αὐτοῦ.

καὶ ἀπέθανεν Σαοὺλ καὶ τρεῖς υἱοὶ αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ πᾶς ὁ οἶκος αὐτοῦ ἐπὶ τὸ [*](36 υιος BU+05D0ᵃ]pr ο U+05D0*A | Σαβδων A | Κεις]) Κιρ U+05D0 37 Ιεδουρ] Γεδουρ A | U+05D0Α αδελφοι A | και 3⁰] κα U+05D0 (και U+05D0α) om A | Ζαχχουρ A | Μακεδωθ A (item 38) 38 om καi Μακ. U+05D0 | Σαμa A | ουων· κατωκησαν A | om εν μεσω των αδ. αυτων (20)U+05D0* (habU+05D0ᵃ(mᵍ) | εν μεσω (2⁰)] μετα A 39/ Μελχισουε U+05D0Α | Αμι- ναδαβ A | Ιεβααλ] Ισβααλ U+05D0 Βααλ A 40 υιος] υιους U+05D0 | Ιωναθαμ U+05D0 | Μαρει- βααλ] Μαρειβαλ (1) U+05D0 Μεχριβααλ A (bis) | Μιχα A (item 41) 41 Φιθων A | Μαλωχ A | Θαρα·| A 42 Αχαζ| Χααζ A | Γαλεμεθ A | Γαζαωθ]|Ἀζιωθ A | Ζαμβρι A (bis) | om και Ζαμβρει U+05D0 | Μασα U+05D0A (item 43) 42 Βανα A | Ραηφααν U+05D0 | Ραφαια υιος αυτου sup ras A¹ | Εσαηλ] Ελεασα υιος αυτου· Εσηλ A 44 Εσαηλ U+05D0 (bis) | Εζρεικαν.... Ισμαηλ bis scr U+05D0 (om 20U+05D0ᵃ) | Εσδρεικαν] Εζρικαμ A | Ισμαηλ] pr και A | Αθδια A X 1 Γελβουθ A 2αυτου] ουκ sup ras A¹ | Αμερναδαβ Bᵇᵛⁱᵈ Αμιναδαβ U+05D0A | Μελχισουε A ΜελχισεδεκU+05D0 3 αυ- τους] αυτον A | τοξοις] pr τοις U+05D0A | επονεσεν U+05D0A 4 και εκκεντησον] κα, κ 1⁰ sup ras A⁰ | την ρομφ. (2⁰)] + αυτου A | επεπεσεν] επεσεν U+05D0Α 5 ιδεν A (item 7) | και 3] + γε A | αυτου 2⁰] + και απεθανεν·| (se4 ras 4 vel 5 litt) A)

24
[*](B) αὐτὸ ἀπέθανεν.

καὶ εἶδεν πᾶς ἀνὴρ Ἰσραὴλ ὁ ἐν τῷ αὐλῶνι ὅτι ἔφυγεν Ἰσραήλ, καὶ ὅτι ἀπέθανεν Σαοὺλ καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ κατέλειπον τὰς πόλεις αὐτῶν καὶ ἔφυγον· καὶ ἦλθον ἀλλόφυλοι καὶ κατῴκησαν ἐν αὐταῖς.

Καὶ ἐγένετο τῇ ἐχομένῃ καὶ ἦλθον ἀλλόφυλοι τοῦ σκυλεύειν τοὺς τραυματίας, καὶ εὗρον τὸν Σαοὺλ καὶ τοὺς υἱοὺς αὐτοῦ πεπτωκότας ἐν τῷ ὄρει Γελβουὲ.

καὶ ἐξέδυσαν αὐτόν, καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέστειλαν εἰς γῆν ἀλλοφύλων κύκλῳ τοῦ εὐαγγελίσασθαι τοῖς εἰδώλοις αὐτῶν καὶ τῷ λαῷ·

καὶ ἔθηκαν τὰ σκεύη αὐτῶν ἐν οἴκῳ θεοῦ αὐτῶν, καὶ τὴν κεφαλὴν αὐτοῦ ἔθηκαν ἐν οἴκῳ Δαγὼν.

καὶ ἤκουσαν πάντες οἱ κατοικοῦντες Γαλαὰδ ἅπαντα ἃ ἐποίησαν ἀλλόφυλοι τῷ Σαοὺλ καὶ τῷ Ἰσραήλ.

καὶ ἠγέρθησαν ἐκ Γαλαὰδ πᾶς ἀνὴρ δυνατός, καὶ ἔλαβον τὸ σῶμα Σαοὺλ καὶ τὸ σῶμα τῶν υἱῶν αὐτοῦ, καὶ ἤνεγκαν καὐτὰ εἰς Ἰαβείς, καὶ ἔθαψαν τὰ ὀστᾶ αὐτῶν ὑπὸ τὴν δρῦν ἐν Ἰαβείς· καὶ ἐνήστευσαν ἑπτὰ ἡμέρας.

καὶ ἀπέθανεν Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύ- λαξεν· ὅτι ἐπηρώτησεν Σαοὺλ ἐν τῷ ἐνγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης,

καὶ οὐκ ἐζήτησεν Κύριον· καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυεὶδ υἱῷ Ἰεσσαί.