Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ ἐβασίλευσεν ἐν Ἰσραὴλ ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰθ βασιλεῖ Ἰούδα, καὶ ἐβασίλευσεν δώδεκα ἔτη.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ ὡς ὁ πατὴρ αὐτοῦ καὶ οὐχ ὡς ἢ μήτηρ αὐτοῦ, καὶ μετέστησεν τὰς τοῦ Βάαλ ἃς ἐποίησεν ὁ πατὴρ αὐτοῦ·

πλὴν ἐν τῇ ἁμαρτίᾳ Ἰ βοὰμ υἱοῦ Ναβὰτ ὄς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπ’ αὐτῆς.

Καὶ Μωσὰ βασιλεὺς Μωὰβ ἦν νωκήθ, καὶ ἐπέστρεψεν τῷ βασιλεῖ Ἰσραὴλ ἐν τῇ ἐπαναστάσει ἑκατὸν χιλιάδας ἀρνῶν καὶ ἑκατὸν χιλιάδας κριῶν ἐπιπόκων.

καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ καὶ ἠθέτησεν βασιλεὺς Μωὰβ ἐν βασιλεῖ Ἰσραήλ.