Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐξῆλθεν Ἐλεισαῖε εἰς τὴν διέξοδον τῶν ὑδάτων, καὶ ἔριψεν ἐκεῖ ἄλα καὶ εἶπεν Τάδε λέγει Κύριος Ἴαμαι τὰ ὕδατα ταῦτα· οὐκ ἔσται ἔτι ἐκεῖθεν θάνατος καὶ ἀτεκνουμένη.

καὶ ἰάθησαν τὰ ὔδατα ἔως τῆς ἡμέρας ταύτης κατὰ τὸ ῥῆμα Ἐλεισαῖε ὄ ἐλάλησεν. σεν.

Καὶ ἀνέβη ἐκεῖθεν εἰς Βαιθήλ· καὶ ἀναβαίνοντος αὐτοῦ ἐν τῇ ὁδῷ καὶ παιδάρια μικρὰ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ κατέπαιζον αὐτοῦ καὶ εἰπον αὐτῷ Ἀνάβαινε, φαλακρέ, ἀνάβαινε.

καὶ ἐξένευσεν ὀπίσω αὐτῶν καὶ εἶδεν αὐτά, καὶ κατηράσατο αὐτοῖς ἐν ὀνόματι Κυρίου· κα ἰδοὺ ἐξῆλθον δύο ἄρκοι ἐκ τοῦ δρυμοῦ καὶ ἀνέρρηξαν ἀπ’ αὐτῶν τεσσεράκοντα καὶ δύο παῖδας.

καὶ ἐπορεύθη ἐκεῖθεν εἰς τὸ ὄρος τὸ Καρμηλιον, καὶ ἐκεῖθεν ἐπέστρεψεν εἰς Σαμάρειαν.