Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Υἱὸς ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεύειν αὐτόν, καὶ τριάκοντα καὶ ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰεδειὰ θυγάτηρ Ἐδεινὰ ἐκ Βασουρώθ.

καὶ ἐποίησεν τὸ εὐθὲς εὐθὲς ὀφθαλμοῖς Κυρίου, καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἀπέστη δεξιὰ καὶ ἀριστερά.

Καὶ ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῷ βασιλεῖ Ἰωσείἁ, ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἀπέστειλεν ὁ βασιλεὺς τὸν Σαφφὰν υἱὸν Ἐλίου υἱοῦ Μεσολλὰμ τὸν γραμματέα οἴκου Κυρίου λέγων

Ἀνάβηθι πρὸς [*](Α) [*](16 αυτων] αυτου Α 18 τω κηπω] om τω Α Ι Αμως] Αμμων A (item 19, 23, 24, 25, 19 εικοσι και] σι κ sup ras 4 ut vid litt Aa? | δυο 2°] δωδεκα (sup ras 7 forte litt) Aa? Ι Μεσολλαμ] Μασσαλαμειθ Α Ι Ιεταχαλ Α 20 Μανασσης Α 22 εγκατελειπεν Α 23 αυτον 2°] τον B ab A 24 ο λαος °] pr πας Α | Ιωσιαν B b A 25 βιβλιου Α 26 om αυτου ° Α Ι τω κηπω] om τω Α Ι Ιωσας Β b A XXII 1 Ιωσιας B a A | μητρια Β* (μητρι Β a) | Ιεδεια] Εδιδα Α Ι Εδεινα] Ιεδιδα Α 2 και 3°] Α 3 Ιωσια B b A | μννι Α* μηνι μηνι Α 1?a?) Ι ογδοω] εβδομω Α εξαπεστ. Α Ι Σεφφαν Α Ι Ελιου] Εσσελιου Α Ι υου] υιοݲ| Α Ι Α | γραμματαιαν Α Ι οικου Κυριου] του οικου Α)

793
ἱερέα τὸν μέγαν καὶ σφράγισον τὸ ἀργύριον τὸ εἰσενεχθεν [*](B) ἐν οἴκῳ Κυρίου, ὅ συνήγαγον οἱ φυλάσσοντες τὸν σταθμὸν παρὰ τοῦ , λαοῦ,

καὶ δότωσαν αὐτὸ ἐπὶ χεῖρα ποιούντων τὰ ἔργα τῶν καθεσταμένων ἐν οἴκῳ Κυρίου. καὶ ἔδωκεν αὐτὸ τοῖς ποιοῦσιν τὰ ἔργα τοῖς ἐν οἴκῳ Κυρίου, τοῦ κατισχῦσαι τὸ βέσεκ τοῦ οἴκου,

τοῖς τέκτοσιν καὶ τοῖς οἰκοδόμοις καὶ τοῖς τειχισταῖς, καὶ τοῦ κτήσασθαι ξ́ύλα καὶ λίθους λατομητοὺς τοῦ κραταιῶσαι τὸ βέδεκ τοῦ οἴκου