Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

πλὴν οὐκ ἐξελογίζοντο αὐτοὺς τὸ ἀργύριον τὸ διδόμενον αὐτοῖς, ὅτι ἐν πίστει αὐτοὶ ποιοῦσιν.

Καὶ εἶπεν Χελκείας ὁ ἱερεὺς ὁ μέγας πρὸς Σαφφὰν τὸν γραμματέα Βιβλίον τοῦ νόμου εὗρον ἐν οἴκῳ Κυρίου· καὶ ἔδωκεν Χελκείας τὸ βιβλίον πρὸς Σαφφάν, καὶ ἀνέγνω αὐτό.

καὶ εἰσῆλθεν ἐν οἴκῳ Κυρίου πρὸς τὸν βασιλέα, καὶ ἀπέστρεψεν τῷ βασιλεῖ ῥῆμα καὶ εἶπεν Ἐχώνευσαν οἱ δοῦλοί σου τὸ ἀργύριον τὸ εὑρεθὲν ἐν τῷ οἴκῳ Κυρίου, καὶ ἔδωκαν αὐτὸ ἐπὶ ποιούντων ποιούντων τὰ ἔργα καθεσταμένων ἐν οἴκῳ Κυρίου.

καὶ εἶπεν Σαφφὰν ὀ γραμματεὺς πρὸς τὸν βασιλέα λέγων Βιβλίον ἔδωκέν μοι Χελκείας ὁ ἱερεύς· καὶ ἀνέγνω αὐτὸ Σαφφὰν ἐνώπιον τοῦ βασιλέως.

καὶ έγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους βιβλίου τοῦ νόμου, καὶ διέρρηξεν τὰ ἱμάτια ἑαυτοῦ.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ τῷ ἱερεῖ καὶ τῷ ’Aχεικὰμ υἱῷ Σαφφὰν καὶ τῷ Ἀχοβὼρ υἱῷ καὶ τῷ Σαφφὰν τῷ γραμματεῖ καὶ τῷ Ἀσαίᾳ δούλω τοῦ λέγων