Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ ᾗ ἐπορεύθη ὁ πατὴρ αὐτοῦ, καὶ ἐλάτρευσεν τοῖς εἰδώλοις οἷς ἐλάτρευσεν ὁ πατὴρ αὐτοῦ καὶ προσεκύνησεν αὐτοῖς.

καὶ ἐγκατέλιπεν τὸν κύριον θεὸν τῶν πατέρων αὐτοῦ, κα οὐκ ἐπορεύθη ἐν ὁδῷ Κυρίου.

καὶ συνεστράφησαν οἱ παῖδες Ἀμὼς πρὸς αὐτόν, καὶ ἐθανάτωσαν αὐτὸν βασιλέα ἐν τῷ οἴκῳ αὐτοῦ.

καὶ εν ὁ λαὸς τῆς γῆς πάντας τοὺς συστραφέντας ἐπὶ τὸν καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν ἀντ’ αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμὼς ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ;

καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν τῷ κήπῳ Ὀζά· καὶ ἐβασίλευσεν Ἰωσείας υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.