Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν ἔτει εἰκοστῷ καὶ ἑβδόμῳ τῷ Ἰεροβοὰμ Βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου βασιλέως Ἰούδα.

υἱὸς ἑκκαίδεκα ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ πεντήκοντα κα δύο ἔτη ἐβασίδευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Χαλειὰ ἐξ Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἀμεσσείας ὁ πατὴρ αὐτοῦ.

πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

καὶ [*](Α) [*](21 εξ και δεκα Α | εβασλευσαν αυτον B ab ( α 2°, ν ° superscr) | B b A (item 23, 29) 22 Αιλωμ] Ελωθ Α | επεστρεψεν] απεστρ. Α 23 υιω] υιου Α | βασιλει] βασιλεως Α Ι ιωας 2°] + βασιλεως Ιηλ Α | τεσσαρακ. 25 o] ος Α | λμαθι Α | Γεθ’ Αχοlβερ’ Α 26 ολιγους τους συνεχ.] ολιγοστους συγκεχεμενους Α 27 ουρανου Α] Ισραηλ B 28 δυναστιαι Α | Εμμαθ] Αιμαθ Α XV 1 εβδομω] + ετει Α | Αμεσσιου B b A 2 τη μητρι] om τη Α | Χαλεια] Ιεχεμα Α 3 ευθες] αγαθον Α Ι Αμεσσιας B b A 4 ετι] οτι Α Ι λαος] + σου Α)

775
Κύριος τὸν βασιλέα, καὶ ἦν λελεπρωμένος ἕως ἡμέρας θανάτου [*](B) αὐτοῦ, καὶ ἐβασίλευσεν ἐν οἴκῳ ἁφφουσώθ. καὶ Ἰωναθὰν υἱὸς τοῦ βασιλέως ἐπὶ τῷ οἴκῳ, κρίνων τὸν λαὸν τῆς γῆς.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀζαρίου καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ;

καὶ ἐκοιμήθη Αζαρίας μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ ἐβασίλευσεν Ἰωναθὰν υἱὸς αὐτοῦ αντ αυτου.

Ἐν ἔτει τριακοστῷ καὶ ὀγδόῳ τῷ Ἄζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ζαχαρίας υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἑξάμηνον.