Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ἰούδα τὸν Ἀζαρίαν, καὶ ἑκκαίδεκα ἐτῶν, καὶ ἐβασίλευσεν αὐτὸς ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσείου.

αὐτὸς ᾠκοδόμησεν τὴν Αἰλώμ, καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

Ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσείου υἱῷ Ἰωὰς Βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς ’lωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσεράκοντα καὶ ἔν ἔτος.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ.

αὐτὸς ἀπέστησεν τὸ τὸ ὅριον ἀπὸ εἰσόδου Αἱμὰθ ἕως τῆς θαλάσσης τῆς Ἀραβά, κατὰ τὸ ῥῆμα Κυρίου θεοῦ Ἰσραὴλ ὅ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ ὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχόβερ.

ὄτι εἶδεν Κύριος τὴν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλίγους τοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους, καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραήλ.

καὶ οὐκ ἐλάλησεν Κύριος ἐξαλεῖψαι τὸ σπέρμα ὑποκάτωθεν τοῦ οὐρανοῦ, καὶ ἔσωσεν αὐτοὺς ἐκ υἱοῦ Ἰωάς.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰεροβοὰμ καὶ ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ, ὅσα ἐπολέμησεν καὶ ὅσα τὴν Δαμασκὸν καὶ τὴν Ἑμμὰθ τῷ Ἰούδᾳ ἐν Ἰσραήλ, ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν μήθη Ἰεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ ήλ, καὶ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσείου ἀντὶ του πατρος αυτου.