Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου καθὰ ἐποίησαν οἱ πατέρες αὐτοῦ· οὐκ ἀπέστη ἀπὸ ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραήλ.

καὶ καὶ συνεστράφησαν ἐπ’ αὐτὸν υἱὸς Ἰαβείς, καὶ ἐπάταξαν αὐτὸν Κεβλαὰμ καὶ ἐθανάτωσαν αὐτόν. καὶ ἐβασίλευσεν ἀντ’ αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ζαχαρίου ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

ὁ λόγος Κυρίου ὃν ἐλάλησεν πρὸς Εἰοὺ λέγων Υἱοὶ τέταρτοι καθήσονταί σοι ἐπὶ θρόνου Ἰσραήλ· καὶ ἐγένετο οὕτως.

Καὶ Σελλοὺμ υἱὸς Ἰαβεὶς ἐβασίλευσεν· καὶ ἐν ἔτει τριακοστῷ καὶ ἐνάτῳ Ἀζαρίᾳ βασιλεῖ Ἰούδα ἐβασίλευσεν Σελλοὺμ ἡμέρας ἐν Σαμαρείᾳ.

καὶ ἀνέβη Μαναὴμ υἱὸς Γαδδεὶ ἐκ Θαρσειλὰ καὶ ἦλθεν εἰς Σαμάρειαν, καὶ ἐπάταξεν τὸν Σελλοὺμ υἱὸν Ἰαβεὶς ἐν Σαμαρείᾳ καὶ ἐθανάτωσεν αὐτόν.

καὶ τὰ λοιπὰ τῶν λόγων Σελλοὺμ καὶ ἡ συστροφὴ αὐτοῦ ᾗ συνεστράφη, ἰδού εἰσιν γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ.

τότε ἐπάταξεν καὶ τὴν Θερσὰ καὶ πάντα τὰ ἐν αὐτῇ καὶ τὰ ὅρια αὐτῆς [*](5 τον βασιλεα] του βασιλεως Α | ημερα A* ς superscr Α 1) | om αυτου Α | Α οικω °] οικου Α Ι Ιωαθαν Α Ι κρινειν Α 6 και παντα] inter litt και παݲ| forte ras aliq Β ? | ουκ (ουχ B*b ουκ B a) ιδου] ουχι Α | επι βιβλιου] εν βιβλιω 7 om και εθαψαν αυτον μετα των πατ. αυτου Α Ι Ιωαθαμ Α 8 ογδοω] + ετει Α Ι του Αζαριου Α | βασιλει] βασιλεως Α Ι Ζαχαριας] Αζαριας Α | Σαμρια Α (item 23, 27 ) 10 Ιαβεις] Αβεις Α | επαταξαν αυτον Κεβλααμ] Κεβλααμ· και εlπαταξαν αυτον κατεναντι του| λαου· Α | εθανατωσαν B * b A] 11 αχαριου] εθανατωσεν Β a (ε superscr) [ εβασιλευσεν] pr Σελλουμ λζαριου Α | εισιν] εστιν Α | βιβλιου Α 12 Ειου] Ιηου Α 13 om. και 2° Α | Αζαρια] του Οχοζιου Α | βασιλει] βασιλεως Α Ι ημερας] pr οκτω 14 Γεδδει Α | Θερσιλα Α | Σαμαριαν Α | αυτον] + και εβασιλευσεν αντ αυτου Α 15 η 2°] ην Α Ι εισιν γεγρ.] εισγεγρ. B b vid | βιβλιου Α 16 επαταζεν πατ sup ras 4 forte litt Α 1| Μαναην Α (item infra ubique) | om και 1° Α 1°] Θαιρα)

776
[*](B) ἀπὸ Θερσά, ὅτι οὐκ ἤνοιξαν αὐτῷ· καὶ ἐπάταξεν αὐτήν, καὶ τὰς ἐν γαστρὶ ἐχούσας ἀνέρρηξεν.