Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν, καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ, ὡς ἐνετείλατο Κύριος λέγων Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ὅτι ἀλλ’ ἢ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται.

αὐτὸς ἐπάταξεν τὴν Ἐδὼμ ἐν Ῥεμέλε δέκα χιλιάδας, καὶ συνέλαβε τὴν πέτραν ἐν τῳ πολέμῳ, κα, ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοὴλ ἕως τῆς ἡμέρας ταύτης.

Τότε ἀπέστειλεν πρὸς Ἰωὰς υἱὸν Ἰωαχὰς υἱοῦ Εἰοὺ [*](Α) [*](21 ιδον] ειδον Α 22 λζαηλ] + βασιλευς Συριας Α 23 επ] προς Α 24 Αδερ] λζερ Α 25 επεστρεψεν 1°] απεστρ. Α | Ιωαζαχ (1°) Αδαδ Α XIV 1 Ιωαχας] Αχαζ Α Αμεσσιας Β b Αμασιας Α (item 8) 2 πεντε] παντε Α | om Kat ° Α Ι Ιερουσαλημ °] Ιηλ Α | Ιωαδειν Α 3 om ο πατηρ (1°) Α 4 ειτ] οτι Α ζ superscr) Α 5 κατεισχυσεν Β* κατισχ. B b) | τον πατερα] pr τον ιλεα Α 6 βιβλω νομω Α Ι Μωση A | η] + εκαστος Α την μ] τον . Ε. 1 Ρεμελε] Γαιμελα Α | συνελαβεν Α Ι Καθοηλ] 8 ωας] Ιas Α Ι Ιωαχαζ Α (item 17) | Ειου] Ιηου Α)

773
Ἰσραὴλ λέγων Δεῦρο ὀφθῶμεν προσώποις.

καὶ ἀπέστειλεν Ἰωὰς [*](B) βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσείαν βασιλέα Ἰούδα λέγων Ὁ ἀκὰν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων Δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα· καὶ διῆλθον τὰ τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ἀκάνα.

τύπτων ἐπάταξας τὴν Ἰουμαίαν, καὶ ἐπῆρέν σε καρδία σου. ἐνδοξά καθήμενος ἐν τῷ οἴκῳ σου. καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου ; καὶ σὺ καὶ Ἰούδας μετὰ σοῦ.