Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωαχὰς βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμασσείας υἱὸς Ἰωὰς βασιλεὺς Ἰούδα.

υἱὸς εἴκοσι ἐβασίλευσεν ἢν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐξ Ἰερουσαλήμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδεὶμ ἐξ Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου, πλὴν οὐχ, ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ· κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησεν.

πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν· ἔτι ὁ λαὸς ἐθυσίασεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ.