Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οὐκ ἤκουσεν Ἀμεσσείας· καὶ ἀνέβη ὁ βασιλεὺς Ἰσραήλ, καὶ ὤφθη προσώποις αὐτὸς καὶ Ἀμεσσείας βασιλεὺς Ἰούδα, ἐν Βαιθσάμυς γῇ τοῦ Ἰούδα·

καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραήλ, καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ.

καὶ τὸν Ἀμεσσείαν υἱὸν Ἰωὰς υἱοῦ Ἰωαχὰς συνέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσάμυς· καὶ ἦλθεν εἰς Ἰερουσαλήμ, καὶ καθεῖλεν ἐν τῷ τείχει Ἰερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφράιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις.

καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ, ἃ ἐπολέμησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;