Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

κα ἐγένετο αὐτῶν θαπιόντων τὸν ἄνδρα, καὶ ἰδοὺ ἴδον τὸν μονόζωνον, κα ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφω Ἐλεσαῖε· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλεισαῖε, καὶ ἔξησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.

Καὶ Ἁζαὴλ ἔξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχάς.

καὶ ἠλέησεν Κύριος αὐτοὺς καὶ οἰκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπ’ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ κα Ἰακώβ, καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι αὐτούς, καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.

καὶ ἀπέθανεν Ἁζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.

καὶ ἐπέστρεψεν Ιωας υἱὸς Ιωαχας καὶ ἔλαβεν τὰς πόλεις ἐκ χειρὸς υἱοῦ Αδερ υἱοῦ Αζαηλ, ἃς ἔλαβεν ἐκ χειρὸς Ιωαχας τοῦ πατρὸς αὐτοῦ ἐν τῷ πολέμῳ· τρὶς ἐπάταξεν αὐτὸν Ιωας καὶ ἐπέστρεψεν τὰς πόλεις Ισραηλ.