Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἐλεισαῖε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοξῦ βασιλέως

καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατέξει τὴν Συρίαν ἐν ἀφὲκ ἕως συντελείας.

καὶ εἶπεν αὐτῷ ἐλεισαῖε Λάβε τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραήλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.

καὶ ἐλυπἠθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.

Καὶ ἀπέθανεν Ἐλεισαῖε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόξωνοι Μωὰβ ἦλθον [*](8 δυνατιαι Α | ουχι] ουχ ιδου Α |βιβλιου Α| βασιλευσι Α 9 αυτον] Α + μετα των πατερβν αυτου Α | αυτου 2°]+ αντ αυτου Β ab mg A 10 om ετει 2° Α | Ιωας 1°] post Ιω| seq ras 2 litt (αχ vid) in B | om επι Ισραηλ Α 11 αμαρτιας Ι. υιου Ν. Α |αυτη] αυταις Α 12 αυτου] αυτους Α | Αμεσσιου B b Αμεσιου Α 13 μετα των πατγερων (2°) . . . αδλθων ] επι του θρο|νου αυτου· και εταθη Ιωας εν Σα|μαρεια μετα των βασιλεων Α 14 Ελισιε B b Ελισς. Α (item infra) | εαυτου] αυτου Α | προσωπον Α 15 αυτον] εαυτον (ε superscr) B ab 16 βασιλει] + Ιݲηݲλݲ Α | το τοξον] om το Α |αυτου 1°] + επι το τοξον Α | τας χειρας (1°)] την χιρα Α 17 ηνοιξεν] + και ειπεν Ελισσαιε· ροιζησοݲ} και εροιζηεν Α | παταξεις Α)

772
[*](B) ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ.