Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐποίησεν τὸ ονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἅς ἐποίησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἰεροβοὰμ ἐκάθισεν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐν Σαμαρείᾳ μετὰ τῶν ἀδελφῶν Ἰσραήλ.

Καὶ Ἐλεισαῖε ἠρρώστησεν τὴν ἀρρωστίαν ἑαυτοῦ δι’ ἥν ἀπέθανεν· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεύς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ, πάτεερ, ἅρμα Ἰσπαὴλ καὶ ἱππεὺς αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Ἐλεισαῖς Λάβε τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη.