Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ὁ βασιλεὺς Ἰσρὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα ἐκάθηντο άνὴρ ἐπὶ τοῦ θρόνου αὐτοῦ ἔνοπλοι ἐν ταῖς πύλαις Σαμαρείας, καὶ πάντες οἱ προφῆται ἐπ ροφήτευον ἐνώπιον αὐτῶν.

καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς χαανὰ κέρατα σιδηρᾶ καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως συντελεσθῇ.

καὶ πάντες οἱ προφῆται ἐπροφήτευον οὔτως λέγοντες Ἀνάβαινε εἰς Ῥεμμὰθ Γαλαάδ, καὶ εὐοδώσει· καὶ δώσει Κύριος εἰς χεῖράς σου καὶ τὸν βασιλέα Συρίας.

καὶ ὁ ἄγγελος ὁ πορευθεὶς καλέσαι τὸν Μειχαίαν ἐλάλησεν αὐτῷ λέγων Ἰδοὺ δὴ λαλοῦσιν πάντες οἱ προφῆται ἐν στόματι ἐπὶ καλὰ κατὰ τοῦ βασιλέως· γίνου δὴ καὶ σὺ εὶς λόγους σου εἶς κατὰ τοὺς λόγους ἑνὸς τούτων, καὶ λάλησον καλά.

καὶ εἶπεν Μειχαίας Ζῇ Κύριος ὅτι ἃ ἃν εἴπῃ Κύριος πρὸς μέ, ταῦτα [*](Α) [*](4 αναβησν] αναβηθι Α | εις Ρ. Γ. εις πολεμον] εις πολ. Ρ. Γ. Α | Ιωσαφαι + προς βασιλεα ΙݲσݲλݲΑ 6 βασιλευς] pr o A | ως] ωστε Α | επεχω] επισχ Α | αναβενναι Α | και 40] οτι Α | διδους] διδως Α 7 Ιωσαφαθ (θ supersc(??) Ba (item 8 bis, 10, 18, 29, 30, 32, [20] | βασιλεα] pr τον Α | oυκ] pr αρα Α του κυριου] + ουκετι Α 8 εις 10] ετι Α | Μιχ. ΒbA (item infra ubique) Iεμιας] Ιεμαα Α 9 ταχος] pr το Α | Ιεμια] Ιεμαα Α 10 εκαθη(??) Χαανα] Χανανα Α 12 προεφητευον Α | om και 40 Α | οm Συριας. 13 επι] ενι Α | κατα] περι Α | γινου Βb (γειν. Β*)] καινου Α | om εις 20. 14 α αν] εαν Α)

737
λαλήσω.

καὶ ἦλθεν πρὸς τὸν βασιλέα καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς [*](Β) Μειχαία, εἰ ἀναβῳ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπίσχω; καὶ εἶπεν Ἀνάβαινε, καὶ εὐοκώσει Κύριος εἰς χεῖρα τοῦ βασιλέως.

καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Πεντάκις ἐγὼ ἐξορκίζω σε ὅπως λαλαήσῃς πρὸς μὲ ἀλήθειαν ἐν ὀνόματι Κυρίου.

καὶ εἶπεν Οὐκ οὕτως· ἑώρακα τὸν πάντα Ἰσραὴλ δεισπαρμένους ἐν τοῖς ὄρεσιν ὡς ποίμνιον ᾧ οὐκ ἔστι ποιμήν· καὶ εἶπεν Κύριος Οὐ Κύριος τούτοις θεός; ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ ἀναστρεφέτω.

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Οὐκ εἶπα πρὸς σέ Οὐ προφητεύει οὗτός μοι καλά, διότι ἀλλ’ ἢ κακά;

καὶ εἶπεν Μειχαίας Οὐχ οὕτως, οὐκ ἐγώ· ἄκουε ῥῆμα Κυρίου· οὐχ οὕτως. εἶδον θεὸν Ἰσραὴλ καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα ἡ στρατεία τοῦ οὐρανοῦ εἱστήκει περὶ αὐτὸν ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων αὐτοῦ.

καὶ εἶπεν Κύριος Τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραήλ, καὶ ἀναβήσεται καὶ πεσεῖται ἐν Ῥεμμὰθ Γαλαάδ; καὶ εἶπεν οὗτος οὕτως, καὶ οὗτος οὕτως.

καὶ ἐξῆλθεν πνεῦμα καὶ ἔστη ἐνωπιον Κυρίου καὶ εἶπεν Ἐγὼ ἀπατήσω αὐτόν.

καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἐν τίνι; καὶ εἶπεν Ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς εἰς τὸ στόμα πάντων τῶν προφητῶν αὐτοῦ· καὶ εἶπεν Ἀπατήσεις καί γε δυνήσει· ἔξελθε καὶ ποίησον οὕτως.

καὶ νῦν ἰδοὺ ἔδωκεν Κύριος πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.

καὶ προσῆλθεν Σεδεκιοὺ υἱὸς Χανάαν καὶ ἐπάταξεν τὸν Μειχαίαν ἐπὶ τὴν σιαγόνα καὶ εἶπεν Ποῖον πνεῦμα Κυρίου τὸ λαλῆσαν ἐν σοί;

καὶ εἶπεν μειχαίας Ἰδοὺ σὺ ὄψῃ τῇ ἡμέρᾳ ἐκείνῃ ὅταν εἰσέλθῃς ταμεῖον τοῦ ταμείου τοῦ κρυφίου.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραήλ Λάβετε τὸν Μειχαίαν καὶ ἀποστρέψατε αὐτὸν πρὸς Σεμὴρ τὸν βασιλέα τῆς πόλεως· καὶ τῷ [*](15 ο βας. αυτω Α | ειπεν 2°] + προς αυτον Α | ευοδωσει] + και δωσει Α | Α χειρα] χειρας Α 16 και ειπεν bis scr B* | πεντακις] ετι δις Β a mg A (ετι δεις) ποσακις Β ? b | εξορκιζω] ορκιζω Α | λαλησεις Α 17 εορακα Α | παντα τον Ισλ Α | διεσπαρμενον Α | om θεος Α | αναστρ. εκ. εις τον οικον αυτου εν ειρνην (sic) A 18 βασιλευς] pr o A | ου] pr οτι Α 19 θεον] pr τον κݲνݲ A | θρονου] pr του Α | ιστηκει Β a A | om αυτου 2° Α 20 Ραμμαθ Α | om και ουτος (ουτως Β ab ουτος Β* a?c) ουτως Α 22 κݲςݲ προς αυτο·| Α | και εσομαι bis scr B* (impr 1° Β ab) | εις το στομα] εν στοματι Α | δυνηση Β ab A 24 Εεδεκιου] Σεδεκιας Α | ποιον] + τουτο παρηλθεν Α | Κυριου] + παρ εμου Α 25 om συ Α | οψει Β ab | τη ημερα] pr εν Α | ταμιειον, ταμιειου Α | κρυφιου] κρυβηναι Β ab mg A 26 om Ισραηλ Α | Σεμηρ] Αμμων Α | βασιλεα] αρχοντα Α | τω Ιωας] προς Ι. Α )

738
[*](B) Ἰςὰς υἱῷ τοῦ βασιλέως

εἰπὸν θέσθαι τοῦτον ἐν φυλακῇ, καὶ ἐσθίειν αὐτὸν ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως ἕως τοῦ ἐπιστρέψαι με ἐν ειρήνῃ.

καὶ εἶπεν Μειχαίας Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐ λελάσηκεν Κύριος ἐν ἐμοί.

Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς [Ἰούδα] μετ᾿ αὐτοῦ εἰς Ῥεμμὰθ Γαλαάδ.