Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ οἱ ἄνδρες οἰωνίσαντο καὶ ἔσπευσαν καὶ ἀνέλεξαν τὸν λόγον ἐκ τοῦ στόματος αὐτοῦ καὶ εἶπονἈδελφός σου υἱὸς Αδερ. καὶ

735
εἶπεν Εἰσέλθατε καὶ λάβετε αὐτόν· καὶ ἐξῆλθεν πρὸς αὐτὸν υἱὸς [*](B) Ἁδέρ, καὶ ἀναβιβάζουσιν αὐτὸν πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα.

καὶ εἶπεν πρὸς αὐτόν Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου ἀποδώσω σοι, καὶ ἐξόδους θήσεις σαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ· καὶ ἐγὼ ἐν διαθήκῃ ἐξαποστελῶ σε. καὶ διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν.

Καὶ ἄνθρωπος εἷς ἐκ τῶν υἱῶν τῶν προφητῶν εἶπεν πρὸς τὸν πληςίον αὐτοῦ ἐν λόγῳ Κυρίου Πάταξον δή με· καὶ οὐκ ἠθέλησεν πατάξαι ὁ ἄνθρωπος αὐτόν.

καὶ εἶπεν πρὸς αὐτόν Ἀνθ’ ὧν οὐκ ἤκουσας τῆς φωνῆς Κυρίου, καὶ ἰδοὺ σὺ ἀποτρέχεις ἀπ’ ἐμοῦ, καὶ πατάξει σε λέων· καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, καὶ εὑρίσκει αὐτὸν λέων καὶ ἐπάταξεν αὐτόν.

καὶ εὑρίσκει ἄνθρωπον ἄλλον καὶ εἶπεν Πάταξόν με δή· καὶ ἐπάταξεν αὐτὸν ὁ ἄνθρωπος, πατάξας καὶ συνέτριψεν.

καὶ ἐπορεύθη ὁ προφήτης καὶ ἔστη τῷ βασιλεῖ Ἰσραὴλ ἐπὶ τῆς ὁδοῦ, καὶ κατεδήσατο τελαμῶνι τοὺς ὀφθαλμοὺς αὐτοῦ.

καὶ ἐγένετο ὡς παρεπορεύετο ὁ βασιλέυς, καὶ οὗτος ἐβόα πρὸς τὸν βασιλέα καὶ εἶπεν Ὁ δοῦλός σου ἐξῆλθεν ἐπὶ τὴν στρατείαν τοῦ πολέμου, καὶ ἰδοὺ ἀνὴρ ἐξήγαγεν πρὸς με ἄνδρα καὶ εἶπεν πρὸς μέ Φύλαξον τοῦτον τὸν ἄνδρα· ἐὰν δὲ ἐκπηδῶν ἐκπηδήσῃ, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, ἢ τάλαντον ἀργυρίου στήσεις.

καὶ ἐγενήθη, περιεβλέψατο ὁ δοῦλός σου ὧδε καὶ ὧδε, καὶ οὗτος οὐκ ἦν, καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεὺς Ἰσραήλ Ἰδοὺ καὶ τὰ ἔνεδρα παρ ἐμοὶ ἐφόνευσας.

καὶ ἔσπευσεν καὶ ἀφεῖλεν τὸν τελαμῶνα ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ, καὶ ἐπέγνω αὐτὸν ὁ βασιλεὺς Ἰσραὴλ ὅτι ἐκ τῶν προφητῶν οὗτος.

καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει Κύριος Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ χειρός σου, καὶ ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἄντὸ τοῦ λαοῦ αὐτοῦ.

καὶ ἀπῆλθεν ὁ βασιλεὺς Ἰσραὴλ συνκεχυμένος καὶ ἐκλελυμένος, καὶ ἔρχεται εἰς Σαμάρειαν.

Καὶ ἐκάθισεν τρία ἔτη καὶ οὐκ ἦν πόλεμος ἀνὰ μέσον Συρίας καὶ ἀνὰ μέσον ἰσραήλ.

καὶ ἐγενήθη ἐν τῷ ἐνιαυτῷ τῷ τρίτῳ καὶ [*](33 αρμα] +προς αυτον Α 34 εξοδους Β* Α] εξοδον B a mg | διαθηκη] Α Δαμασκω Α 35 με δη Α |ο ανݲοݲςݲ παταξαι αυτον· Α 39 0 βας. (??)αρεπορευετο Α |στρατιαν Α |εξηγαγεν] εισηγαγεν Α |om προς με (2°) Α | (??)ον ανδρα τουτον Α |om δε Α |εκπηδηση] ηδ sup ras B ab 41 ταλαμβνα Α |αυτου] αυτων Α |επεγνω] εγνω Α 42 εξηνεγκας] εξηγαγες Α |σου (??) μου B abA 43 Ισραηλ] +προς οικον αυτου Α XXII 2 εγενηθη] γενετο Α)

736
[*](B) κατέβη Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰαραήλ.

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ οἴδατε ὄτι ἡμῖν Ῥεμμὰθ Γαλαάδ, καὶ ἡμεὶς σιωπὼμεν λαβεὶν αὐτὴν ἐκ χειρὸς βασιλέως Συρίας;

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Ἀναβήσῃ μεθ’ ἡμῶν εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον; καὶ εἶπεν Ἰωσαφάτ Καθὼς ἐγώ, καὶ σὺ οὔτως, καθὼς ὁ λαός μου ὁ λαός σου, καθὼς οἱ ἴπποι μου οἱ ἴπποι σου.

καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς βασιλέα Ἰσραήλ Ἐπερωτήσατε δὴ σήμερον τὸν κύριον.

καὶ συνἠθροισεν βασιλεὺς Ἰσραὴλ πάντας τοὺς προφήτας ὡς τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς ὁ βασιλεύς Εἰ πορευθῶ εἰς Ῥεμμὰθ Γαλαὰδ εἰς πόλεμον ἢ ἐπέχω; καὶ εἶπαν Ἀνάβαινε, καὶ διδοὺς δώσει Κύριος εἰς χεὶρας τοῦ βασιλέως.

καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραήλ Οὐκ ἕστιν ὦδε προφήτης τοῦ κυρίου, καὶ ἐπερωτήσομεν τὸν κύριον δι’ αὐτοῦ;

καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφάτ Εἶς ἐστὶν ἀνὴρ εἰς τὸ ἐπερωτὴσαι τὸν κύριον δι’ αὐτοῦ, καὶ ἐγὼ μεμίσηκα αὐτόν, ὄτι αὐ λαλεῖ περὶ ἐμοῦ καλὰ ἀλλ’ ἣ κακὰ, Μειχαίας υἱὸς Ἰεμιάς. καὶ εἶπεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα Μὴ λεγέτω ὁ βασιλεὺς οὔτως.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ εὐνοῦχον ἔνα καὶ εἶπεν Τάχος Μειχαίαν υἱὸν Ἰεμιά.