Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα Συνκαλύψομαι καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.

καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν αρμάτων αὐτοῦ τριάκοντα καὶ δυςὶν λέγων Μὴ πολεμεῖτε μικρὸν καὶ μέγαν ἀλλ᾿ ἢ τὸν βασιλέα Ἰσραὴλ μονώτατον.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰθ βασιλέα Ἰούδα, καὶ αὐτοὶ εἶπον Φαίνεται βασιλεὺς Ἰσραὴλ οὗτος· καὶ ἐκύκλωσαν αὐτὸν πολεμῆσαι· καὶ ἀνέκραξεν Ιωσαφάθ.

καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἔστιν βασιλεὺς Ἰσραὴλ οὗτος, καὶ ἀπεστρεψαν ἀπ αὐτοῦ.

καὶ ἐπέτεινεν εις τὸ τόξον εὐστόχως καὶ ἐπάταξεν τὸν βασιλέα Ἰσραὴλ ἀνὰ μέσον τοῦ πνεύμονος καὶ ἀνὰ μέσον τοῦ θώρακος· καὶ εἶπεν τῷ ἡνιόχῳ αὐτοῦ Ἐπίστρεψον τὰς χεῖράς σου καὶ ἐξάγαγέ με ἐκ του πολέμου, ὅτι τέτρωμαι.

καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἠμέρᾳ ἐκείνῃ· καὶ ὁ βασιλεὺς ἦν ἑστηκὼς ἐπὶ τοῦ ἄρματος ἐξ ἐναντίας Συρίας ἀπὸ πρωὶ ἕως ἑσπέρας, καὶ ἀπεχύννετο αἷμα ἐκ τῆς πληγῆς εἰς τὸν κόλπον τοῦ ἅρματος· καὶ ἀπέθανεν ἑσπέρας, καὶ ἐξεπορύετο τὸ αἷμα τῆς τροπῆς ἔως τοῦ κόλπου τοῦ ἅρματος.

καὶ ἔστη ὁ στρατοκήρυξ δύνοτος τοῦ ἡλίου λέγων Ἕκαστος εἰς τὴν ἑαυτοῦ πόλιν καὶ εἰς τὴν ἑαυτοῦ γῆν,

ὅτι τέθνηκεν ὁ βασιλεύς. καὶ ἦλθον εἰς την Σαμάρειαν, καὶ ἔθαψαν τὸν βασιλέα ἐν Σαμαρείᾳ.

καὶ ἀπένιψαν τὸ αἷμα ἐπὶ τὴν κρήνην Σαμαρείας, καὶ ἐξέλιξαν αἰ ὕες καὶ οἱ κύνες τὸ αἷμα· [*](Α) [*](26 υιω] υιον Α 27 ειπον] + ταδε λεγει ο βασιλευς Α |θεσθαι ΒΑ |εσθιειν] εσθιετω Α |om αυτον Α | επιστρεψαι με] επιστρεψωμεν Α 28 ου λελαληκεν] ουκ ελαλησεν Α | εμοι] + και ειπεν ακουσατε λαοι παντες Α 30 συνκαλυψομαι (συγκ. Bab)] συγκαλυψο|με Α |βασιλευς 2°] pr o A 31 δυσιν] δυο Α |η] ην A 32 ιδον Α | τον Ιωσ.] των Ι. Α |Ιωσαφαθ] Ιωσαφατ B ab A (item 41, 45, 46 bis, 52) 33 εγενετο] εγενοντο Α |ιδον Α |απεστρεψαν Β* Α] ανεστρ. Β ab 34 επετεινεν] ενετεινεν Α | το τοξον] om το Α |τας χειρας] την χειρα Α 35 απεχυννετο] ἀπέχυννε τὸ Bb ἀπεχύννετο τὸ Bc | της τ ροπης] Pr εκ Α 36 στρατοκηρυξ] + εν τη παρεμβολη A |γην] +αποτρεχετω· Α 37 την Σαμαρειαν] Σαμαριαν Α |Σαμαρια Α 38 αιμα Ι°] αρμα Α | εξελειξαν Α | αιμα 2°] + αυτου Α)

739
καὶ αἱ πόρναι ἐλούσαντο ἐν τῷ αἳματι, κατὰ τὸ ῥῆμα Κυρίου ὃ [*](Β) ἐλάλησεν.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀχαὰβ καὶ πάντα ἃ ἐποίησεν, καὶ οἶκον ἐλεφάντινον ὃν ᾠκοδόμεησεν καὶ πάσας τὰς πόλεις ἃς ἐποίησεν, καὶ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ λόγων τῶν πατέρων τῶν βασιλέων Ἰσραήλ.

καὶ ἐκοιμήθη Ἀχαὰβ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβαςίλευσεν Ὀχοζείας υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

Καὶ Ἰωσαφὰθ υἱὸς Ἀσὰ ἐβαςίλευσεν ἐπὶ Ἰουδά· ἒτει τετάρτῳ τῷ Ἀχαὰβ ἐβαςίλευσεν.

Ἰωσαφὰθ υἱὸς τριάκοντα καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ εἲκοσι καὶ πέντε ἒτη ἐβαςίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὂνομα τῇ μητρὶ αὐτοῦ Ἀζαεβὰ θυγάτηρ Σεμεεί.

καὶ ἐπορεύθη ἐν πάσῃ ὁδῷ Ἀσὰ τοῦ πατρὸς αὐτοῦ· οὐκ ἐξέκλινεν ἀπ᾿ αὐτῆς, τοῦ ποιῆσαι τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου·

πλὴν τῶν ὑψηλῶν οὐκ ἐξῆρεν, ἒτι ὁ λαὸς ἐθυςίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς.

καὶ εἰρήνευσεν Ἰωσαφὰθ μετὰ βασιλέως Ἰσμραήλ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωσαφὰθ καὶ αί δυναστεῖαι αὐτοῦ, ὅσα ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐν βιβλίῳ λόγων Ἰωσαφάθ;

καὶ ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐπάφη ἐν πόλει Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐβαςίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ.

Καὶ Ὀχοζείας υἱὸς Ἀχαὰβ ἐβαςίλευσεν ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἐν ἒτει ἑπτακαιδεκάτῳ Ἰωσαφὰρ βασιλεῖ Ἰούδα· καὶ ἐβαςίλευσεν ἐν Ἰσραὴλ ἒτη δύο.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνατίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδῷ τοῦ πατρὸς αὐτοῦ Ἀχαὰβ καὶ ἐν ὁδῷ Ἰεζάβελ τῆς μητρὸς αὐτοῦ καὶ ἐν ταῖς ἁμαρτίαις οἲκου Ἰεροβοὰμ νἱοῦ Ναβὰτ ὃς [*](39 και οικον... εποιησεν bis scr B* (improb I° B1b) |εν βι|βλιου Α Α 40 Οχοζιας BbA 41 Ιουδαν Α | Αχααβ]+βασιλεως Ισλ Α 42 Ιωσαφαθ (Ιωσαφατ Βab)] Ιωσαφ᾿ Α | Αζαεβα] Αζουβα Α |Σεμεει] Σαλαλα Α 43 εν οφθαλμις] ενωπιον Α 45 βασιλεων Α 46 δυναστιαι Α |εποιησσεν] +και οσα επολεμησεν|Α |ουκ (ουχ Β* ουκ βab) ιδου]ουχι ταυτα Α | ενγγραμμενα (εγγεγρ. Bab)] γεγραμμενα Α |ΙωσαφαΘ 2°] των ημερων των|βασιλεων Ιουδα Α 47—50 και περισσον|του ενδιηλλαγμενου ουχ υπε|λειφθη εν ημεραις Ασα· πατρος |αυτου επελεξεν απο της γης· |(48) και βασιλευς ουκ ην εν Εδωμ|εστηλωμενος·|και ο βασιλευς (49) Ιωσαφατ· εποιησε|νηας του πορευθηναι Ωφειρδε|εις χρυσιον και ουκ επορευθησα|οτι συνετριβησαν νηες εν Ασε|ων Γαβερ·|(50) τοτε ειπεν Οχοζιας υιος Αχααβ· |προς Ιωσαφατ· πορευθετωσαν (sic)|δουλοι σου μετα των δουλων μου|και ταις ναυσιν και ουκ ηθελησε| Ιωσαφατ·| Α (om B) 51 εκοιμηθη]+Ιωσαφατ Α |και εταφη ε|πο sup ras et in mgg Bab (om και εταφη Β* vid) |εν πολει] pr παρα τοις πατρασιν αυτου Α 52 Οχοζιας BbA |Σαμαρια Α | επτακαιδεκατω] επτα και δεκα· του Α | βασιλει] βασιλεως Α | δυο ετη Α 53 εναντιον] ενωπιον Α | Αχααβ του πατρος αυτου Α |om οικου Α)

740
[*](B)ἐξήμαρτεν τὸν Ἰσραήλ.