Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι καὶ πᾶς ὁ λαός Μὴ ἀκούςῃς καὶ μὴ θελήςῃς.

καὶ εἶπεν τοῖς ἀγγέλοις υἰοῦ Ἁδέρ Δέγετε τῷ κυρίῳ ὑμῶν Πάντα ὅσα απέσταλκας πρὸςτὸν δοῦλόν σου ἐν πρώτοις ποιήσω, τὸ δὲ ῥῆμα τοῦτο οὑ δυνήσομαιποιῆσαι. καὶ ἀπὴραν οἱ ἄνδρες καὶ ἐπέστρεψαν αὐτῷ λόγον.

καὶ ἀπέστειλεν πρὸς αὐτὸν υἱὸς Ἁδὲρ λέγων τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξιν παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.

καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Ἱκανούσθω. μὴ καυχάσω ὁ κυρτὸς ὡς ὁ ὁρθός.

καὶ ἐγένετο ὅτε ἀπεκρίθη αὐτῷ τὸν λόγον τοῦτον, πίνων ἦν αὐτὸς καὶ πάντες βασιλεῖς μετ’αὐτοῦ ἐν σκηναῖς. καὶ εἶπεν τοῖς παιςὶν αὐτοῦ Οἰκοδομήσατε χάρακα. καὶ [*](Α) [*](1 Σαμαριαν (10 ) Α | om και 50 Α | περιεκαθισαν] περιεκαθισεν Α επολεμησεν Α 2 απεστειλεν] +αγγελους Α | υιος] pr o A 3 σου 4ο ] +τα καλαλ Α 4 βασιλευς] pr o A | ελαησας]+ μοι Α | κυριε] +μου Α | ειμι εγω Α 5 ειπον] ειπαν προς αυτον Α | υιος] pr o A | om λεγων Α | σου 30 ]+και τα τεκνα σου Α | εμοι δωσεις Α 6 αποστελλω Α | εραυ+ της γης Α | το χρθς. μου και το αργ. μου Α 8 αυτω] υ sup ras Ba? 9 λεγεται Α | υμων] +τω βασιλει Α | om εν πρωτοις Α | ποιησαι μοι ο θεος] ποιησαισαν μοι οι θεοι Α | προσθειη] προσθειησαν Α | εκποοησει] εκ sup ras ποιησαισαν μοι οι θεοι Α | προσθειη] προσθειησαν Α | αλωπηξιν (η superscr) Bab 11 om και ειπεν Α 12 οτε] ως Α | βασιλεις] pr οι Βab (superscr) A)

733
ἔθεντο χάρακα ἐπὶ τὴν πόλιν.

καὶ ἰδοὺ προφήτης εἷς προςῆλθεν [*](Β) τῷ βασιλεῖ Ἰσραὴλ καὶ εἶπεν Τάδε λέγει Κύριος Εἰ ἑόρακας τὸν ὄχλον τὸν μέγαν τοῦτον; ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν σήμερον εἰς χεῖρας σάς, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος.

καὶ εἶπεν Ἀχαάβ Ἐν τίνι; καὶ εἶπεν Τάδε λέγει Κύριος Ἐν τοῖς παιδαρίοις τῶν ἀρχόντων τῶν χορῶν. καὶ εἶπεν Ἀχαάβ Τίς συνάψει τὸν πόλεμον; καὶ εἶπεν Σύ.