Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπεσκέψατο Ἀχαὰβ τοὺς ἄρχοντας, τὰ παιδάρια τῶν χορῶν, καὶ ἐγένετο διακόσια καἲ τριάκοντα· καὶ μετὰ ταῦτα ἐπεσκέψατο τὸν λαόν, πᾶν νἱὸν δυνάμεως, ἑξήκοντα.

καὶ ἐξῆλθεν μεσημβρίας· καὶ υἱὸς Ἁδὲρ πίνων μεθύων ἐν Σοκχὼθ αὐτὸς καὶ οἱ βασιλεῖς, τριάκοντα καὶ δύο, βασιλεῖς συνβοηθοὶ μετ’ αὐτοῦ.

καὶ ἐξῆλθον ἄρχοντες παιδάια τῶν χορῶν ἐν πρώτοις· καὶ ἀποστέλλουσιν καὶ ἀπαγγέλλουσιν τῷ βασιλεῖ Συρίας λέγοντες Ἄνδρες ἐξεληλύθασιν ἐκ Σαμαρείας.

εἰπεῖν αὐτοῖς, εἰς εἰρήνην, οὐ γὰρ ἐκπορεύονται, συλλαβεῖν αὐτοὺς ζῶντας· καὶ εἰς πόλεμον, ζῶντας συλλαβεῖν αὐτούς·

καὶ μὴ ἐξελθάτωσαν ἐκ τῆς πόλεως ἄρχοντα τὰ παιδάρια, ἄρχοντα τῶν χορῶν, καὶ ἡ δύναμις ὀπίσω αὐτῶν.

ἐπάταξεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἐδευτέρωσεν ἕκαστος τὸν παρ’ αὐτοῦ, καὶ ἔφυγεν Συρία· καὶ κατεδίωξεν αὐτοὺς Ἰσραήλ, καὶ σώζεται υἱὸς Ἁδὲρ βασιλέως Συρίας ἐφ’ ἵππου ἱππέως.

καὶ ἐξῆλθεν βασιλεὺς Ἰσραὴλ καὶ ἔλαβεν πα΄ντας τοὺς ἵππους καὶ τὰ ἅρματα, καὶ ἐπάταξεν πληγὴν μεγάλην ἐν Συρίᾳ.