Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ συνήθροισεν υἱὸς Ἁδὲρ πᾶσαν τὴν δύναμιν αὐτοῦ καὶ ἀνέβη [*](17 Ηλιου ΒbA (item 20 et infra) | Θεσβιτην ΒbA 18 απαντησιν Α | Α om οτι 2° Α | κατεβηκεν (sic) A | om εκει Α 19 απαντησιν Α | οι κυνες και αι υες Α | om oι κυνες (2°) Α | αι πορναι ] οm αι Α 21 εξολοθρευσω Β?Α | εηκεταλελειμμενον ΒabA 22 Nαβατ Βa?bA | A χια Α 24 φα- γουται (bis)] καταφαγουται Α 25 ματαιως] + επραθη Α | ως 1°] ος Α 26 ον] ων Α 27 ως] ου Α | του κυριου] om του Α | om επτ το σωμα . . . σακκον (2°) Α | επορευθη] + κεκλιμενος Α 29 εορακας Α | υιου] pr του Α | κακιαν 2°] + επι τον οικον αυτου Α ΧΧΙ (=ΧΧ in A) 1 συνηθροισεν υιος Αδερ] νιος Αδερ βασιλευς Συριας συνηθρ. Α )

732
[*](B) καὶ περιεκάθισεν ἐπὶ Σαμάρειαν, καὶ τριάκοντα καὶ δύο βασιλεῖς μετ’αὐτοῦ, καὶ πᾶς ἵππος καὶ ἅρμα. καὶ ἀνέβησαν καὶ περιεκάθιεαν ἐπὶ Σαμάρειαν, καὶ ἐπολέμησαν ἐπ’αὐτήν.

καὶ ἀπέστελιλεν πρὸς Ἀχαὰβ βασιλέα Ἰσραὴλ εἰς τὴν πόλιν καὶ εἶπεν πρὸς αὐτόν Τάδε λέγει υἱὸς Ἀδέρ

Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου ἐμόν ἐστιν, καὶ αἱ γυναῖκές σου καὶ τὰ τέκνα σου ἐμά ἐστιν.

καὶ ἀπεκρίθη βασιλεὺς Ἰσραὴλ καὶ εἶπεν Καθὼς ἐλάλησας, κύριε βασιλεῦ, σὸς ἐγώ εἰμι καὶ πάντα τὰ ἐμά.

καὶ ἀνέστρεψαν οἱ ἄγγελοι καὶ εἶπον Τάδε λέγει υἱὸς Ἁδέρ Ἐγὼ ἀπέστρεψα λέγων Τὸ ἀργύριόν σου καὶ τὸ χρυσίον σου καὶ τὰς γυναῖκάς σου δώσεις ἐμοί.

ὅτι ταύτην τὴν ὤραν αὔριον ἀποστελῶ τοὺς παὶδάς μου πρὸς σέ, καὶ ἐρευνήσουσιν τὸν οἶκόν σουκαὶ τοὺς οἴκους τῶν παίδων σου. καὶ ἔσται τὰ ἐπιθυμήματα ὀφθαλμῶν αὐτῶν ἐφ’ ἃ ἂν ἐπιβάλωσι τὰς χεῖρας αὐτῶν, καὶ λήμψονται.

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Ἰσραὴλ πάντας τοὺς πρεσβυτέρους καὶ εἶπεν Γνῶτε δὴ καὶ ἴδετε ὅτι κακίαν οὖτος ζητεῖ, ὅτι ἀπέσταλκεν πρὸς μὲ περὶ τῶν γυναικῶν μου καὶπερὶ τῶν υἱῶν μου καὶ περὶ τῶν θυγατέρων μου. τὸ ἀργύριον μου καὶ τὸ χρυσίον μου οὐκ ἀπεκώλυσα ἀπ’αὐτοῦ.