Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τῇ Ἰεζάβελ ἐλάλησεν Κύριος λέγων Οἱ κύνες καταφάγουται αὐτὴν ἐν τῷ προτειχίσματι τοῦ Ἰσραήλ.

τὸν τεθνη- κότα τοῦ Ἀχαὰβ ἐν τῇ πόλει φάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα αὐτοῦ ἐν τῷ πεδίῳ φάγονται τὰ πετεινὰ τοῦ οὐρανοῦ.

πλὴν ματαίως Ἀχαάβ, ὡς ἐπράθη ποιῆσαι τὸ πονηρὸν ἐνώπιον Κυρίου, ὡς μετέθηκεν αὐτὸν Ἰεζάβελ ἡ γυνὴ αὐτοῦ·

καὶ ἐβδελύχθη σφόδρα πορεύεσθαι ὀπίσω τῶν βδελυγμάτων κατὰ πάντα ἅ ἐποίησεν ὁ Ἀμορραῖος, ὅν ἐξωλεθρευσεν Κύριος ἀπὰ προσώπου υἱῶν Ἰσραληλ.

καὶ ὑπὲρ τοῦ λόγου ὡς κατενύγη Ἀχαὰβ ἀπὸ προσώπου τοῦ κυρίου, καὶ ἐρορεύετο κλαίων καὶ διέρρηξεν τὸν χιτῶνα αὐτοῦ καὶ ἐζώσατο σάκκον ἐπὶ τὸ σῶμα αὐτοῦ καὶ ἐνήστευσεν· καὶ περιεβάετο σάκκον ἐν τῇ ἡμέρᾳ ᾖ ἐπάταξεν ναβουθαὶ τὸν Ἰσραηλείτην, καὶ ἐπρεύθη.

καὶ ἐγένετο ῥῆμα Κυρίου ἐν χειρὶ δούλου αὐτοῦ Ἠλιοὺ περὶ Ἀχαάβ, καὶ εἶπεν Κύριος

Ἑώρακας ὡς κατενύγν Ἀχαὰβ ἀπὸ προσώπου μου; οὐκ ἐπάξω τὴν κακίαν ἐν ταῖς ἡμέραις αὐτοῦ· καὶ ἐν ταῖς ἡμέραις υἱοῦ αὐτοῦ ἐπάξω τὴν κακίαν.