Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο [*](17 om και εγεν. ως ειδεν Αχ. τον Ηλειου Α 18 καταλειμμανειν Α |Α επορευθη Α |των Βααλειμ] του Βααλειμ Α 19 εις] προς το Α |και τους προφ. Ι°] pr του|Βααλ· τετρακοσιους πεντηκον|τα· και προφητας Α |om και 4° Α 20 επισυνηγαγεν] συνηγαγεν Α 21 παντας] παντα τον λαον Α| κݲςݲ εστιν Α |πορευεσθαι Α (bis) |βααλ] ο Β. αυτος Α |λαος] + αυτω Α 22 οι προφηται (2°)] om οι Α |om τετρακοσιοι 2° Α 23 εγλεξ. Β* (εκλεξ. B b [ item 25]) | om και επιθετωσαν επι των ξυλων Α |και πυρ 2°] pr και δωσω επι τα ξυλα Α 24 θεων] θεου Α |ειπον] ειπαν Α 25 εκλεξασθαι Α | επικαλεσασθε] επικαλεισθαι Α 26 ελαβεν Α |μοσχον] + ον εδωκεν αυτοις Α |επακουσον Ι°] εκασον Α)

726
[*](B) μεσημβρία καὶ ἐμθκτήρισεν αὐτοὺς Ἠλειοὺ ὁ θεσβείτης καὶ εἶπεν Ἐπικαλείσθε ἐν φωνῇ μεηάλῃ, ὅτι θεός ἐστιν, ὅτι ἀδολεσχία αὐτῷ ἐστιν, καὶ ἅμα μή ποτε χρηματίζει ἀυτός, ἢ μή ποτε καθεύδει αὐτός, καὶ ἐξαναστήσεται.

καὶ ἐπεκαλοῦντο ἐν φωνῇ μεγάλῃ, καὶ κατε- τέμνοντο ἐν μαχαίρᾳ καὶ σειρομόσταις ἔως ἐκχύσεως αἴματος ἐπ’ αὐτούς,

καὶ ἐπροφήτευσαν ἔως οὖ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καρὸς τοῦ ἀναβῆναι τὴν θυςίαν, καὶ ἐλάλησεν ’Ηλειοὺ πρὸς τοὺς προφήτας τῶν προσοχθιςμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον.

καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Προσαγάγετε πρὸς μέ· καὶ προςή- γαγεν πᾶν ὁ λαὸς πρὸς αὐτόν.

καὶ ἔλαβεν Ἠλειοὺ δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν Ἰσραήλ, ὡς ἐλάλησεν Κύριος πρὸς αὐτὸν λέγων Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησεν θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.

καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαςύτωμα καὶ ἐπέθηκεν τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον.

καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.

καὶ διεπορεύετο τὸ ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ τὴν θάλασσαν ἔπλησαν ὕδατος.

καὶ ἐνεβόησεν Ἠλειοὺ εἰς τὸν οὐρανὸν καὶ εἶπεν Κύριε ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραήλ, ἐπάκουσόν μου, Κύριε, ἐπάκουςόν μου σήμερον ἐν πυρί, καὶ γνώτωσαν πᾶς ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεὸς Ἰσραήλ, κἀγὼ δοῦλός σου καὶ διὰ σὲ πεποίηκα τὰ ἔργα ταῦτα.

ἐπάκουσόν μου, Κύριε, ἐπάκουςόν μου, καὶ γνώτω ὁ λαὸς οὗτος ὅτι σὺ Κύριος ὁ θεός, καὶ σὺ ἔστρεψας τὴν καρδίαν τοῦ λαοῦ τούτου ὀπίσω.

καὶ ἔπεσεν πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγεν τὰ ὁλοκαυτώματα [*](Α) [*](27 Θεσβτιης Βb A επικαλεισθαι Α 28 κατετεμνοντο] + κατα το κριμα συτων Α μαχαιραις Α σειρομασταις (σιρ. Α)] pr εν Α 29 επροφητευσαν . . .εγενετο] και εγενετο ως παρηλθεν το διλεινον· και επροφητευον Α θυσιαν] + και ουκ ην φωνη Α και εγω] καγω Α 30 αυτον] + και ιασατο το θυσιαστηριον κ ݲυ ݲ το κατεσκαμμενον· Α 31 κατ] κατα Α Ισρανλ] του Ιακωβ Α 32 om και ιασ. το θυσ. το κατεσκ. Α 33 τας σχιδ. (2ο)] pr επι Α 34 om και εποιησαν ουτως Α ετρισσωσαν Α 36 και Ιο] pr και εγενετο κατα αναβασιν το υδωρ Α Ισραηλ] Ιακωβ Α om επακουσον Ιο. . . μου 2ο Α om εν πυρι A om και 5ο Α om πας ο λαος ουτος Α συ] + ει Α 37 γνωτω] γνωτωσαν Α om ουτος Α συ] + ει Α θεος] + μονος Α εστρεωας] επεστρ. Α)

727
καὶ τὰς σχίδακας καὶ τὸ ὕδωρ τὸ ἐν τῇ θαλάσσῃ, καὶ τοὺς λίθους καὶ [*](Β) τὸν χοῦν ἐξέλιξεν τὸ πῦρ.

καὶ ἔπεσεν πᾶς ὁ λαὸς ἐπὶ πρόσωπον αὐτῶν καὶ εἶπον Ἀληθῶς Κύριος ὁ θεός· αὐτὸς ὁ θεός·

καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Συλλάβετε τοὺς προφήτας τοξῦ Βάαλ, μηθεὶς σωθήτω ἐξ αὐτῶν· καὶ συνέλαβον αὐτούς, καὶ κατάγει αὐτοὺς Ἠλειοὺ εἰς τὸν χιμάρρουν Κεισὼν καὶ ἔσθαξεν αὐτοὺς ἐκεῖ.

Καὶ εἶπεν Ἠλειοὺ τῷ Ἀχαάβ Ἀνάβηθι καὶ φάγε καὶ πίε, ὅτι φωνὴ τῶν ποδῶν τοῦ ὑετοῦ.

καὶ ἀνέβη Ἀχαὰβ τοῦ φαγεῖν καὶ πιεῖν· καὶ Ἠλειοὺ ἀνέβη ἐπὶ τὸν Κάρμηλον, καὶ ἔκυψεν ἐπὶ τὴν γῆν καὶ ἔθηκεν τὸ πρόςωπον ἑαυτοῦ ἀν]μέσον τῶν γονάτων ἐαυτοῦ,

καὶ εἶπεν τῷ παιδάρίῳ αὐτοῦ Ἀνάβηθι καὶ ἐπίβλεψον ὁδὸν τῆς θαλάσσης. καὶ ἐπέβλεψεν τὸ παιδάριον καὶ εἶπεν Οὐκ ἔστιν οὐθέν· καὶ εἶπεν Ἠλειού Καὶ σὺ ἐπίλτρεψον ἑπτάκι, καὶ ἀπόστρεψον ἑπτάκι.

καὶ ἀπέστρεψεν τὸ παιδάριον ἑπτάκι· καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ, καὶ ἰδοὺ νεφέλη μικρὰ ὡς ἴχνος ἀνδρὸς ανάγουσα ὕδωρ. καὶ εἶπεν Ἀνάβηθι καὶ εἰπὸν Ἀχαάβ Ζεῦξον τὸν ἅρμασου καὶ κατάβηθι, μὴ καταλάβῃ σε ὁ ὑετός.

καὶ ἐγένετο ἕως ὧδε καὶ ὧδε, καὶ ὁ οὐρανὸςσυνεσκότασεν νεφέλαις καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετὸς μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο καὶ πνεύματι, καὶ ἐγένετο ὁ ὑετος μέγας· καὶ ἔκλαεν καὶ ἐπορεύετο Ἀχαὰβ εἰς Ἰσραήλ.

καὶ χεὶρ Κυρίου ἐπὶ τὸν Ἠλειού· καὶ συνέσφιγξεν τὴν ὀσθὺν αὐτοῦ, καὶ ἔτρεχεν ἔμπροσθεν Ἀχαὰβ εἰς Ἰσράλ.