Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἀνήγγειλεν Ἀχαὰβ τῇ Ἰεζάβελ γυναικὶ αὐτοῦ πάντα ἅ ἐποίησεν Ἠλειοὺ καὶ ὡς ἀπέκτεινεν τοὺς προφήτας ἐν ῥομφαίᾳ.

καὶ ἀπέστειλεν ἰεζάβελ πρὸς Ἠλειοὺ καὶ εἶπεν Εἰ σὺ εἶ Ἠλειοὺ καὶ ἐγὼ Ἰεζάβελ, τάδε ποιήσαι μοι ὀ θεὸς καὶ τάδε προσθείη, ὅτι ταύτην τὴν ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου καθὼς ψυχὴν ἑνὸς ἐξ αὐτῶν.

καὶ ἐξοβήθη Ἠλειού, καὶ ἀνέστη καὶ ἀπῆλθεν κατὰ τὴν ψυχὴν ἐαυτοῦ, καὶ ἔρχεται εἰς Βηρσάβεε γῆν Ἰούδα, καὶ ἀφῆκεν τὸ παιδάριον αὐτοῦ ἐκεῖ.

καὶ [*](38 το υδωρ . . . τον χουν] τους λιθους και τον χουν και| το υδωρ ρτο εν τη α θαλασση Α | εξελειξεν Α 39 επεσεν πας ο λ.] ειδαν πας ο λ. και επεσαν Α | ειπαν Α | om ο θεος 1° Α | αυτος] + εστιν Α 40 om Ηλειου 2 ° Α 41 τω Αχ.] προς Αχ. Α| ποδων B ab mg A] βοων Β* 42 πειν Β*(πιειν Β a? b)| επι τον Καρμηλον] εις την κορυφην του Καρμηλου Α| το προσωπον] om το Α | εαυτου (bis)] αυτου Α 43 αυτου] εαυτου Α | και επεβλεψεν] pr και ανεβη Α | επτακι 1°] επτακις Α (item 44) om και αποστρ. επτακι Α 44 απεστρεψεν] επεστρ. Α | αναβηθι και ειπον τω (sic) Αχααβ ζευξον το sup ras A a? 45 ωδε 2°] pr εως Α | εκλαιεν Α | επορευετο] επορευθη Α| Ισραηλ] Ιεζραελ Α 46β επι] pr εγενετο Α | εις] pr του ελθειν Α | ισραηλ] Ιεζαβελ Α ΧΙΧ 1 τους προφ. ] pr παντας Α 2 ιεζαβελ] + αγγελον Α | Ηλειου 2°] Ηλιας Α | και εγω] καγω Α | ποιησαι μοι ο θεος] ποιησαισαν μοι οι θεοι Α| προσθειησαν Α| την ω. ταυτην Α 3 Βερσαβεε Α | γην 1.] την Ι. Α)

728
[*](Β) αὐτὸς ἐπορεύθη ἐν τῇ ἐρήμῳ ὁδὸν ἡμέρας, καὶ ἦλθεν καὶ ἐκάθισεν ὑποκάτω ῥαθμέν· καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ ἀποθανεῖν καὶ εἶπεν Ἱκανούσθω νῦν, λάβε δὴ τὴν ψυχήν μου ἀπ’ ἐμοῦ, Κύριε, ὅτι οὐ κρείσσων ἐγώ εἰμι ὑπὲρ τοὺς πατέρας μου.

καὶ ἐκοιμήθη καὶ ὕπνωσεν ἐκεῖ ὑπὸ φυτόν· καὶ ἰδού τις ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστηθι καὶ φάγε.

καὶ ἐπέβλεψεν Ἠλειού, καὶ ἰδοὺ πρὸς κεφαλῆς αὐτοῦ ἐνκρυφίας ὀλυρείτης καὶ καψάκης ὕδατος· καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ ἐπιστρέψας ἐκοιμήθη.

καὶ ἐπέστρεψεν ὁ ἄγγελος Κυρίου ἐκ δευτέρου, καὶ ἥψατο αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἀνάστα, φάγε· ὅτι πολλὴ ἀπὸ σοῦ ἡ ὁδός.

καὶ ἀνέστη καὶ ἔφαγεν καὶ ἔπιεν· καὶ ἐπορεύθη ἐν τῇ ἰσχύι τῆς βρώσεως ἐκείνης τεσσεράκοντα ἡμέρας καὶ τεσσεράκοντα νύκτας ἕως ὄρους Χωρήβ.

Καὶ εἰσῆλθεν ἐκεῖ εἰς τὸ σπήλαιον καὶ κατέλυσεν ἐκεῖ· καὶ ἰδοὺ ῥῆμα Κυρίου πρὸς αὐτὸν καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού;

καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐνκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ· τὰ θυσιαστήριά σου κατέσκαψαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν εν ῥομφαίᾳ, καὶ ὑπολέλειμμαι ἐγὼ μονώτατος, καὶ ζητοῆσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν.

καὶ εἶπεν Ἐξελεύσῃ αὔριον καὶ στήσῃ ἑνώπιον Κυρίου ἐν τῷ ὄρει· ἰδοὺ παρελεύσεται Κύριος. καὶ πνεῦμα μέγα κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον Κυρίου, ἐν τῷ πνεύματι Κυρίου· καὶ μετὰ τὸ πνεῦμα συνσεισμός, οὐκ ἐν τῷ συνσεισμῷ Κύριος·

καὶ μετὰ τὸν συνσεισμὸν πῦρ, οὐκ ἐν τῷ πυρὶ Κύριος· καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς.

καὶ ἐγένετο ὡς ἤκουσεν Ἠλειού, καὶ ἐπεκάλυψεν τὸ πρόσωπον αὐτοῦ ἐν τῇ μηλωτῇ ἑαυτοῦ, καὶ ἐξὴλθεν καὶ ἔστη ὑπὸ σπήλαιον· καὶ ἰδοὺ πρὸς αὐτὸν φωνὴ καὶ εἶπεν Τί σὺ ἐνταῦθα, Ἠλειού;

καὶ εἶπεν Ἠλειού Ζηλῶν ἐζήλωκα τῷ κυρίῳ Παντοκράτορι, ὅτι ἐγκατέλιπόν σε οἱ υἱοὶ Ἰσραήλ, τὴν διαθήκην σου καὶ τὰ θυσιαστήριά σου καθεῖλαν καὶ τοὺς προφήτας σου ἀπέκτειναν ἐν ῥομφαίᾳ, καὶ ὑπολέλιμμαι ἐγὼ μονώτατος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν.

καὶ εἶπεν Κύριος πρὸς αὐτόν Πορεύου, ἀνάστρεφε εἰς τὴς ὁδόν σου, καὶ ἥξεις εἰς τὴν ὁρδὸν [*](Α) [*](4 Ραθμεν] Ραμαθ Α | νυν] + κݲεݲ Α | om δη Α 5 om και 5° Α 6 εγκρ. ολυριτης B b A | καμψακης Α 7 αναστα] αναστηθει Α 8 τεσσαρακ. B b ( bic) | ορους] + του θῦ Α | Χωρηβ] pr του Α 10 εζηλωκα] εζηλωσα Α | εγκατελιπον B b γεκατελειπον Α | om και 2° Α | ζητουσιν Α | την ψυχην μου Α 11 εν τω ορει ενωποιν κݲυݲ· | Α ιδου] pr και Α | κݲςݲ παρελευσεται Α | εν 2°] pr ουκ Α 12 λεπτης] + |κακει κݲςݲ·| Α 13 σπηλαιον ] pr το Α 14 εζηλωσα Α | εγκατελειπον Α | om σε B b (vid)| om την διαθηκην σου και Α | ρομφαιαις Α | υπολελειμμαι B b (vid) (ι superscr) A | ζητουσιν Α)

729
ἐρήμου Δαμασκοῦ· καὶ ἥξεις καὶ χρίσεις τὸν Ἁζαὴλ εἰς βασιλέα τῆς [*](Β) Συρίας·

καὶ τὸν υἱὸν Εἰοὺ υἱοῦ Ναμεσθεὶ χρίσεις εἰς βασιλέα ἐπὶ Ἰσραήλ. καὶ τὸν Ἐλεισαῖς υἱὸν Σαφὰρ χρίσεις ἐξ Ἐβαλμαουλὰ προφήτην ἀντὶ σοῦ.

καὶ ἔσται τὸν σωζόμενον ἐκ ῥομφαίας Ἁζαὴλ θανατώσει Εἰού, καὶ τὸν σωζόμενον ἐκ ῥομφαίας Εἰοὺ θανατώσει Ἐλεισαῖε.

καὶ καταλείχεις ἐν Ἰσραὴλ ἑπτὰ χιλάδας ἀνδρῶν, πάντα γόνατα ἅ οὐκ ὤκλασαν γόνυ τῷ Βάαλ, καὶ πᾶν στόμα ὅ οὐ προσεκύνησεν αὐτῷ.

Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ εὑρίσκει τὸν Ἐλεισαῖε υἱὸν Σαθάτ, καὶ αὐτὸς ἠροτρία ἐν βουςίν· δώδεκα ζεύγη ἐνώπιον αὐτοῦ, καὶ αὐτὸς ἐν τοῖς δώδεκα· ἐπῆλθεν ἐπ’ αὐτόν, καὶ ἐπέρριχε τὴν μηλωτὴν αὐτοῦ ἐπ’ αὐτόν.

καὶ κατέλιπεν Ἐλεισαῖε σαῖς τὰς βόας, καὶ κατέδραμεν ὀπίσω Ἠλειοὺ καὶ εἶπεν καταφιλήσω τὸν πατέρα μου καὶ ἀκολουθήσω ὀπίσω σου· καὶ εἶπεν Ἠλειού Ἀνάστρεφε, ὅτι πεποίηκά σοι.