Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἦν Ἀβδειοὺ ἐν τῇ ὁδῷ μόνος, καὶ ἦλθεν Ἠλειοὺ εἰς συνάντησιν αὐτοῦ μόνος· καὶ Ἀβδειοὺ ἒσπεσεν καὶ ἒπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ εἶπεν Εἰ σὺ εἶ αὐτός, κύριέ μου Ἠλειού;

καὶ εἶπεν Ἠλειοὺ αὐτῷ Ἐγώ· πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού.

καὶ εῖπεν Ἀβδειού με;

ζῇ Κύριος ὁ θεός σου, εἰ ἒστιν ἒθνος ἢ βασιλεία οὗ οὐκ ἀπέστειλεν τὴν βασιλείαν καὶ τὰς χώρας αὐτῆς, ὃτι οὐχ εὓρηκέν σε.

καὶ νῦν σὺ λέγεις Πορεύου, ἀνάγγελλε τῷ κυρίῳ σου.

καὶ ἒσται ἐὰν ἐγὼ ἀπέλθω ἀπὸ σοῦ, καὶ πνεῦμα Κυρίου ἀρεῖ σε εἰς τὴν γῆν ἣν οὐκ οἶδα· καὶ εἰσελεύσομαι ἀπαγγεῖλαι τῷ Ἀχαάβ, καὶ ἀποκτενεῖ με· καὶ ὁ δοῦλός σού ἐστιν φοβούμενος τὸν κύιον ἐκ νεότητος αὐτοῦ.

καὶ οὐκ ἀπηγγέλη σοι τῷ δυρίῳ μου οἷα πεποίηκα ἐν τῷ ἀποκτείνειν Ἰεζάβελ τοῦς προφήτας Κυρίιου, καὶ ἒκρυψα ἀπὸ τῶν προφητῶν ἂρτοις καὶ ὓδατι;

καὶ νῦν σὺ λέγεις μοι Πορεύου, λέγε τῷ κυρίῳ σου Ἰδοὺ Ἠλειού· καὶ ἀποκτενεῖ με.

καὶ εἶπεν Ἠλειού Ζῇ Κύριος τῶν δυνάμεων ᾧ παρέστην ἐνώπιον αὐτοῦ, ὃτι σήμερον ὀφθήσομαι αὐτῷ.

καὶ ἐποφεύθη Ἀβδειοὺ εἰς συναντὴν τῷ Ἀχαὰβ καὶ [*](Α) [*](3 τον Αβδειου (Αβδιου BbA et infra) om τον Α 4 την Ιεζ.] om την Α 5 επι την γην] εις το παιδιον Α |πηγας] pr τας Α |χειμαρρους] pr παντας Α| ευρομεν Α |περιποιησομεθα Α |εξολεθρ. Α |σκηνων] κτηνων Α 6 εμερισαν εαυτοις] εμερισεν αυτοις Α |εξολεθρ. Α |σκηνων] κτηνων Α 6 εμερισαν εαυτοις] εμερισεν αυτοις Α |μια Ι°] αλλη μονος Α 7 om μονος Ι° δωσεις Α |χειρας Α 10 εθνη Α | απεστειλεν] απεσταλκεν με Α |om ει 2° Α |τας χωρας αυτης και την βασιλειαν Α 11 πορευου συ λεγεις Α | αναγγελλε] pr και Α | σου] +ιδου Ηλειου Α 12 την γην] om την Α | και αποκτενει] pr και ουχ ευρησει σαι Α 13 απηγγελη] om την Α | αποκτεννειν Α | πεντηκοντα] +ανδρας Α | εθρεψα]+αυτους Α | αρτω Α 14 οm μοι Α | λεγε] pr και Α 16 συναντησιν Α)

725
ἀπήγγειλεν αὐτῷ· καὶ ἐξέδραμεν ἀχαὰβ καὶ ἐπορεύθη εἰς συνάντησιν [*](Β) Ἠλειού.

Καὶ ἐγένετο ὡς εἶδεν Ἀχαὰβ τὸν Ἠλειού, καὶ εἶπεν Ἀχαὰβ πρὸς Ἠλειού Εἰ σὺ εἶ αὐτὸς ὁ διαστρέφων τὸν Ἰσραήλ;

καὶ εἶπεν ἠλειού Οὐ διαστρέφω τὸν ἰσραήλ, ὅτι ἀλλ’ ἢ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου ἐν τῷ καταλιμπάνειν ὑμᾶς τὸν κύμιον θεὸν ὑμῶν, καὶ ἐπορεύθης ὀπίσω τῶν Βααλείμ.

καὶ νῦν ἀπόστειλον, συνάθροισον πρὸς μὲ πάντα Ἰσραὴλ εἰς ὄρος τὸ Καρμήλιον, καὶ τοὺς προφήτας τῆς αἰσχύνης τετρακοςίους καὶ πεντήκοντα καὶ τοὺς προφήτας τῶν ἀλςῶν τετρακοςίους, ἐσθίοντας τράπεζαν Ἰεζάβελ.

καὶ ἀπέστειλεν Ἀχαὰβ εἰς πάντα Ἰσραήλ, καὶ ἐπισυνήγαγεν πάντας τοὺς προφήτας εἰς ὄρος τὸ Καρμήλιον.

καὶ προςήγαγεν Ἠλειοὺ πρὸς πάντας· καὶ εἶπεν αὐτοῖς Ἠλειού Ἕως πότε ὑμεῖς χαλανεῖτε ἐπ’ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστιν Κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δὲ Βάαλ, πορεύεσθε ὀπίσω αὐτοῦ. καὶ οὐκ ἀπεκρίθη ὁ λαὸς λόγον,

καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Ἐγὼ ὑπολέλειμμαι προφήτης τοῦ κυρίου μονώτατος, καὶ οἱ προφῆται τοῦ Βάαλ τετρακόσιοι καὶ πεντήκοντα ἄνδρες, καὶ οἱ προφῆται τοῦ ἄλσους τετρακόσιοι·

δότωσαν ἡμῖν δύο βόας, καὶ ἐκλεξάσθωσν ἑαυτοῖς τὸν ἕνα, καὶ μελιςάτωσαν καὶ ἐπιθέτωσαν ἐπὶ τῶν ξύλων καὶ πῦρ μὴ ἐπιθέτωσαν· καὶ ἐγὼ ποιήσω τὸν βοῦν τὸν ἄλλον, καὶ πῦρ οὐ μὴ ἐπιθῶ.

καὶ βοᾶτε ἐν ὀνόματι θεῶν ὑμῶν, καὶ ἐγὼ ἐπικαλέσομαι ἐν ὀνόματι Κυρίου τοῦ θεοῦ μοῦ· καὶ ἔσται ὁ θεὸς ὃς ἐὰν ἐπακούσῃ ἐν πυρί, οὗτος θεός. καὶ ἀπεκρίθησαν πᾶς ὁ λαὸς καὶ εἶπον Καλὸν τὸ ῥῆμα ὃ ἐλάλησας.

καὶ εἶπεν Ἠλειοὺ τοῖς προφήταις τῆς αἰσχύνης Ἐκλέξασθε ἑαυτοῖς τὸν μόσχον τὸν ἕνα καὶ ποιήσατε πρῶτοι, ὅτι πολλοὶ ὑμεῖς, καὶ ἐπικαλέσασθε ἐν ὀνόματι θεοῦ ὑμῶν, καὶ πῦρ μὴ ἐπιθῆτε.

καὶ ἔλαβον τὸν μόσχον καὶ ἐποίησαν, καὶ ἐπεκαλοῦντο ἐν ὀνόματι τοῦ Βάαλ ἐκ πρωίθεν ἕως μεσημβρίας καὶ εἶπον Ἐπάκουσον ἡμῶν, ὁ βάαλ, ἐπάκουσον ἡμῶν· καὶ οὐκ ἦν φωνὴ καὶ οὐκ ἦν ἀκρόασις· καὶ διέτρεχον ἐπὶ τοῦ θυσιαστηρίου οὗ ἐποίησαν.