Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ θεοῦ πρὸς τὸν βασιλέα Ἐάν μοι δῷς τὸ ἥμισυ τοῦ οἴκου σου, οὐκ εἰσελεύσομαι μετὰ σοῦ, οὐδὲ μὴ Φάγω ἄρτον οὐδὲ μὴ πίω ὕδωρ ἐν τῷ τόπῳ τούτῳ.

ὅτι οὕτως ἐνετείλατό μοι ἐν λόγῳ Κύριος λέγων Μὴ Φάγῃς ἄρτον καὶ μὴ πίῃς ὕδωρ καὶ μὴ ἐπιστρέψῃς ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.

καὶ ἀπῆλθεν ἐν ὁδῷ ἄλλῃ, καὶ οὐκ ἀνέστρεψεν ἐν τῇ ὁδῷ ᾗ ἦλθεν ἐν αὐτῇ εἰς Βαιθήλ.

Καὶ πρεσβύτης εἷς προφήτης κατῴκει εἰς Βαιθήλ, καὶ ἔρχονται οἱ υἱοὶ αὐτοῦ καὶ διηγήσαντο αὐτῷ ἅπαντα τὰ ἔργα ἃ ἐποίησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῇ ἡμέρᾳ ἐν Βαιθήλ, τοὺς λόγους οὓς ἐλάλησεν τῷ βασιλεῖ· καὶ ἐπέστρεψαν τὸ πρόσωπον τοῦ πατρὸς αὐτῶν.

καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὁ πατὴρ αὐτῶν λέγων Ποίᾳ ὁδῷ πεπόρευται ; καὶ δεικνύουσιν αὐτῷ οἱ υἱοὶ αὐτοῦ τὴν ὁδὸν ἐν ᾗ ἀνῆλθεν ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐλθὼν ἐξ Ἰούδα.

καὶ εἶπεν τοῖς υἱοῖς αὐτοῦ Ἐπισάξατέ μοι τὸν ὄνον· καὶ ἐπέσαξαν αὐτῷ τὸν ὄνον, καὶ ἐπέβη ἐπ’ αὐτόν.

καὶ ἐπορεύθη κατόπισθεν τοῦ ἀνθρώπου τοῦ θεοῦ, καὶ εὗρεν αὐτὸν καθήμενον ὑπὸ δρῦν καὶ εἶπεν αὐτῷ Εἰ σὺ εἶ ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐληλυθὼς ἐξ Ἰούδα; καὶ εἶπεν αὐτῷ Ἐγώ.

καὶ εἶπεν αὐτῷ Δεῦρο μετ’ ἐμοῦ καὶ Φάγε ἄρτον.

καὶ εἶπεν Οὐ μὴ δύνωμαι τοῦ ἐπιτῷ τόπῳ τούτῳ.

ὅτι οὕτως ἐντέταλταί μοι ἐν λόγῳ Κύριος λέγων Μὴ Φάγῃς ἄρτον ἐκεῖ καὶ μὴ πίῃς ὕδωρ, καὶ μὴ πίῃς ὕδωρ, καὶ μὴ ἐπιστρέψῃς ἐκεῖ ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθης ἐν αὐτῇ.

καὶ εἶπεν πρὸς αὐτόν Κἀγὼ προφήτης εἰμὶ καθὼς σύ, καὶ ἄγγελος λελάληκεν πρὸς μὲ ἐν ῥήματι Κυρίου λέγων Ἐπίστρεψον αὐτὸν πρὸς σεαυτὸν εἰς τὸν οἶκόν σου, καὶ Φαγέτω ἄρτον καὶ πιέτω ὕδωρ· καὶ ἐψεύσατο αὐτῷ.

καὶ ἐπέστρεψεν αὐτόν, καὶ ἔφαγεν ἄρτον ἐν τῷ οἴκῳ αὐτοῦ καὶ ἔπιεν [*](Α) [*](6 το προτερον] om το Α 7 αριστησον] αριστη Α 8 δως μοι Α 9 om και 1° Α | om εν 2° Β* vid (hab B ab (mg)) 11 προφ. εις πρεσβ. Α | εις 2°] εν Α | ερχονται] ερχον|και Α* | απαντα] παντα Α | ημερα] μ sup ras A a? | επεστρεψαν] απεστρ. Α 12 αυτου] αυτον Α | ανηλθεν] απηλθεν Α | ελθων] εξελθων Α 13 αυτου] ου sup ras A 1 | τον ονον (bis)] την ο. Α | αυτον] αυτην Α 14 om και επορευθη Α | υπο] επι Α | om του θεου 2° Α 15 εμου] + εις την οικιαν Α 16 του επιστρεψαι] om του Α | om μη 2° Α 17 μη 1°] pr ου Α | εκει αρτον Α 18 προς με] μοι Α | επιστρεψαι Α | om εις τον Α | Φαγεται Α | πιεται Α 19 αυτον] + συν εαυτω Α)

713
ὕδωρ.

καὶ ἐγένετο αὐτῶν καθημένων, καὶ ἐγένετο λόγος Κυρίου πρὸς [*](Β) τὸν προφήτην τὸν ἐπιστρέψαντα αὐτόν·