Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐβουλεύσατο ὁ βασιλεύς, καὶ ἐπορεύθη καὶ ἐποίησεν δύο δαμάλις χρυςᾶς, καὶ εἶπεν πρὸς τὸν λαόν Ἱκανούσθω [*](Α) [*](24 r μαστιξιν Bb 24 t ουκ|Β* ου|κ Βb 24 y θεου]+λεγῶ Bab mg 26 εν οικω] εις τον οικον Α 27 θυσιας Α |του λαου] om του Α |με] +και|επιστραφησονται προς Ροβοαμ|βασιλεα Ιουδα·| Α 28 εβουλυσατο ο βας. και επορ.] εποευθη ο βασιλευς Α |ικανουσθαι Α)

711
ὐμῖν ἀναβαίνειν εἰς Ἰερουσαλήμ· ἰδοὺ θεοί σου, Ἰσραήλ, οἱ ἀναγα- [*](Β) γόντες σε ἐκ γῆς Αἰγύπτου.

καὶ ἔθετο τὴν μίαν εἰς Βαιθήλ, καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.

καὶ ἐγένετο ὁ λόηος οὖτος εἰς ἁμαρτίαν· τὴν ἐπορεύετο ὁ λαὸς πρὸ προςώπου τῆς μιᾶς ἕως Δάν.

καὶ ἐποίησεν οἴκους ἐφ’ ὑψηλῶν, καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευεί.

καὶ ἐποίησεν Ἰεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα, καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν ἐν Βαιθὴλ τοῦ θύειν ταῖς δαμάλεσιν αἶς ἐποίησεν, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν ὦν ἐποίησεν.

καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ, ἐν τῇ ἑορτῇ ᾖ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.

Καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κθρίου εἰς Βαιθήλ, καὶ Ἰεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον ἐπιθῦσαι.

καὶ ἐπεκάλεσεν πρὸς τὸ θυσιαστήριον ἐν λόγῳ Κυρίου θυσιαστήριον, θυσιαστήριον, τάδε λέηει Κύριος Ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαυείδ, Ἰωσείας ὄνομα αὐτῷ, καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σέ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ·

καὶ δώσει ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων Τοῦτο τὸ ῥῆμα ὃ ἐλάλησεν Κύριος λέγων Ἰδοὺ τὸ θυσιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐτῷ.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς Ἰεροβοὰμ τῶν λόγων τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ ἐπικαλεσαμένου ἐπὶ τὸ θυσια- στήριον τὸ ἐν Βαιθήλ, καὶ ἐξέτεινεν ὁ βασιλεὺς τὴν χεῖρα αὐτοῦ ἀπὸ τοῦ θυσιαστηρίου λέγων Συλλάβετε αὐτόν· καὶ ἰδοὺ ἐξγράνθη ἡ χεὶρ αὐτοῦ ἣν ἐξέτεινεν ἐπ’ αὐτόν, καὶ οὐκ ἠδυνηθη ἐπιστρέψαι αὐτὴν πρὸς αὐτόν.

καὶ τὸ θυσιαστήριον ἐρράγη, καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυσιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδνκεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν λόηῳ Κυρίου.

καὶ εἶπεν ὁ βασιλεὺς Ἰεροβοὰμ τῷ ἀνθρώπῳ τοῦ θεοῦ Δεήθητι τοῦ θεοῦ σου, καὶ ἐπιστρεψάτω ἡ χείρ μου πρὸς [*](28 θεοι] pr οι Α | αναγαγοντες σε] ανηγαγον τε Α* ανηγαγον γε Α? vidA 29 εις] εν Α 31 εφ] επι Α | οm ουκ Α | Λευι Α 33 εποιησεν 10]+εν Βαιθηλ Α | αυτου] εαυτου (ε superscr) A 1 | ανεβη 20] επεβη Α ΧΙΙΙ 1 παρε- γενετο εξ Ιουδα Α | ιστηκει Α | θυσιαστηριον]+ αυτο Α 2 Κυριου] + και ειπεν Α | ταδε] α δε Α | Ιωσιας Β 1 Α | θυσει] επιθυσει Α | τους ιερεις] post τους ins υ Α* | οm και οστα ανθρ. κ. επι σε Α 3 δωσει] εδωκεν Α | το ρημα] τερας Α | επ] εν Α 4 αυτον 30] εαυτον Α 5 οm o 10 A 6 του θεου 20] pr του προσωπου (προς. του ante θεου) Bab mg pr. τω προσωπω κ <υ < Α | σου]+και προσευξαι περι εμου Α)

712
[*](B) μέ. καὶ ἐδεήθη ὁ ἄνθρωπος τοῦ θεοῦ τοῦ προσώπου Κυρίου, καὶ ἐπέστρεψεν τὴν χεῖρα τοῦ βασιλέως πρὸς αὐτόν, καὶ ἐλένετο καθὼς τὸ πρότερον.

καὶ ἐλάλησεν ὁ βασιλεὺς πρὸν ἄνθρωπον τοῦ θεοῦ Εἴσελθε μετ’ ἐμοῦ εἰς οἶκον καὶ ἀρίστησον, καὶ κώσω σοι δόμα.