Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ λόγος Κυρίου ἐγέντο πρὸς Σαμαίαν τὸν Ἐνλαμεὶ λέγων Λάξε σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει Κύριος Λάβε σεαυτῷ δώδεκα ῥήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἰεροβοάμ· καὶ εἶπεν Σαμαίας τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ.

Καὶ εἶπεν ὁ λαὸς πρὸς Ῥοβοὰμ υἱὸν Σαλωμών Ὁ πατήρ σου ἐβάρυενε τὸν κλοιὸν αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐβάρυνεν τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νυνὶ κουφιεῖς σὺ ἐφ’ ἡμᾶς, καὶ δουλεύσομέν σοι. καὶ εἶπεν Ῥοβοὰμ πρὸς τὸν λαόν Ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ῥῆμα.

καὶ εἶπεν Ῥοβοάμ Εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους, καὶ συμβουλεύσομαι μετ’ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ῥῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησεν Ῥοβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὅ λαὸς πρὸς αὐτόν· καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ [*](24 p Ροβοαμ 2° Bb] Ιεροβοαμ Β* 24 q om ωτα Β* (hab Bbmg))

710
[*](Β) λαοῦ Οὓτως ἐλάλησεν πρὸς σὲ ὁ λαός.

καὶ διεσκέδασεν Ῥοβοὰμ [*](24r) τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἢρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλεν καὶ εἰσήγαγεν τοὺς συντρόξους αὐτοῦ, καὶ ἐλάλησεν αὐτοῖς τὰ αὐτά Καὶ ταῦτα ἀπέστειλεν πρὸς μὲ λέγων ὁ λαός. καὶ εἶπαν οἱ σύντροξοι αὐτοῦ Οὓτως λαλήσεις πρὸς τὸν λαὸν λέγων Ἡ μικρότης μου παρχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιγξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις.

καὶ ἢρεσεν τὸ ἡῆμα ἐνώπιον Ῥοβοάμ· καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τὰ παιδάρια.

καὶ εἶπεν πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς ἓκαστος τῷ πλαηςίον αὐτοῦ, καὶ ἀνέκραξαν ἃπαντες λέγοντες Οὐ μερὶς ἡμῖν ἐν Δαυεὶδ οὐδὲ κληονομία ἐν υἱῷ Ἰεσσαί· εἰς τὰ σκηνώματά σου, Ἰσραήλ, ὃτι οὗτος ὁ ἂνθρωπος οὐκ εἰς ἂρχοντα οὐδὲ εἰς ἡγούμενον.

καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθεν ἓκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησεν Ῥοβοάμ, καὶ ἀπῆλθεν καὶ ἀνέβη ἐπὶ τὸ ἃρμα αὐτοῦ καὶ εἰσῆλθ7εν εἰς Ἰερουσαλήμ· καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα καὶ πᾶν σκῦκτρον Βενιαμείν.

Καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαντοῦ καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἰεροβοὰμ εἰς Σίκιμα.

καὶ ἐγένετο ῥῆμα Κυρίου πρὸς Σαμαίαν ἂνθρωπον τοῦ θεοῦ Εἰπὸν τῷ Ῥοβοὰμ βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμεὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων Τάδε λέγει Κύριος Οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελξοὺς ὑμὼν υἱοὺς Ἰσραήλ· ἀναστρέφετε ἓκαστος εἰς τὸν οἶκον οὐτοῦ, ὃτι παρ᾿ ἐμοῦ γέγονεν τὸ ῥῆμα τοῦτο.

καὶ ἢκουσαν τοῦ λόγου Κυρίου, καὶ ἀνέσχον τοῦ πορευθῆναι, κατὰ τὸ ῥῆμα Κυρίου.

Καὶ ᾠκοδόμησεν Ἰεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὂρει Ἐφράιμ, καὶ κατῴκει ἐν αὐτῷῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησεν τὴν φανουήλ.

καὶ εἶπεν Ἰεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ Ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία ἐν οἲκῳ Δαυείδ·

ἐὰν ἐναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θνςίαν ἐν οἲκῳ Κυρίου εἰς Ἰερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ῥοβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσίν με.