Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ χρίσατε αὐτὸν ἐκεῖ, Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης, εἰς βασιλέα ἐπὶ Ἰσρήλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαμωμών.

καὶ καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ βασιλεύσει ἀντ’ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ καὶ Ἰουδά.

καὶ ἀπεκρίθη Βαναίας υἱὸς Ἰωδᾶε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο. οὕτως πιστώσαι ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως.

καθὼς Κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὔτως εἴη μετὰ σαλωμών, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυείδ

καὶ κατέβη Σαδὼκ [*](24 Αδωνιας Bb (item 41,42,50,51)| βασιλευσει] pr συ Α 25 εθυσιασεν]Α θυμιασεν Α|ιερεα]αρχιερεα Α |Αδωνιου Βb (item 49) 27 του κυριου . . . ο ρημα bis scr A 28 Δαυειδ] pr o βασιλευς Α 30 τω θεω]om τω 33 μεθ υμ. τους δουλους του κ. υμ. Α | Σαλ. τον υιον μου Α | κατααι ανα | βησεσθαι οπισω αυτου και εισε | λευσεται Α | βασιλευσει] + αυτος Α | om A | Ιουδα] επι Ιουδαν Α 36 ο θεος] pr κݲςݲ Α 37 om oυτως Α)

672
[*](B) ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης καὶ Βαναίας υἱὸς Ἰωδᾶε καὶ ὁ Χερεθθεὶ καὶ ὁ φελεθθεί, καὶ ἐπεκάθισαν τὸν Σαλωμὼν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυεὶδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὴν Γειών.

καὶ ἒλαβεν Σαθὼκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἒχρισεν τὸν Σαλωμών. καὶ ἐσάλπισεν τῇ κεπατίνῃ· καὶ ἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμών.

καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ, καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροςύνην μεγάλην· καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν.

καὶ ἢκουσεν Ἀδωνείας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἢκουσεν Ἰωὰβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης;

ἒτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ἰωναθὰν υἱὸς Ἀβιαθὰρ τοῦ ἱερέως εἰσῆλθεν, καὶ εἶπεν Ἀδωνείας Εἲσελθε, ὃτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι.

καὶ ἀπεδρίθη Ἰωναθὰν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυεὶδ ἐβαςίλευσεν τὸν Σαλωμών·

καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ᾿ αὐτοῦ τὸν Σαδὼκ τὸν ἱερέα καὶ Ναθὰν τὸν προφήτην ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως·

καὶ ἒχρισαν αὐτὸν Σαδὼκ ὁ ἱερεὺς καὶ Ναθὰν ὁ προφήτης ἐν τῇ Γειών, καὶ ἀνέβησαν ἐκεὶθεν εὐφραινόμενοι, καὶ ἢχησεν ἡ πόλις· αὒτη ἡ Φωνὴ ἢν ἠκούσατε.

καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνον βασιλείας,

καὶ εἰσῆλθον οἱ δοῦλοι τοῦ βασιλέως εὐλογῆσαι τὸν κύριον ἡμῶν τὸν βασιλέα Δαυεὶδ λέγοντες Ἀγαθόναι ὁ θεὸς τὸ ὂνομα Σαλωμὼν ὑπὲρ τὸ ὃνομά σου, καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον σου· καὶ προσεκύνησεν ὁ βασιλεὺς ἐπὶ τὴν κοίτην,

καὶ γε οὓτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς Κύριος ὁ θεὸς Ἰσραήλ, ὃς ἒδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν.

καὶ ὁδὸν αὐτοῦ.

καὶ Ἀδωνείας ἐφοβήθη ἀπὸ προςώπου Σαλωμών, καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου.

καὶ ἀνηγγέλη τῷ Σαλωμὼν λέγοντες Ἰδοὺ Ἀδωνείας ἐφοβήθη τὸν βασιλέα Σαλωμών, καὶ κατέχει τῶν [*](Α) [*](38 om Δαυειδ Α |τον Γιων α 42 Ιωαναθαν Α |εισλθεν] ηλθεν Α 43 ειπεν]+τω Αδωνια Α 44 μετ αυτου ο βας. Α |Ναθαν] pr τον Γιων Α |φωνη\κουσατε Α 46 βασιλειας] pr της Α 47 ευλογησαι ευλογησεν Α* (ν impr Aa?) |αγαθυνε Α | Σαλωμων]+ του υιου σου Α |κοιτην +αυτου α 48 εδωκεν]+μοι Α |om μου 2° Α 49 και Ι°] pr κα(??) εξεστησαν Α |Αδωνειου] του Αδωνιου Α |ηλθον] απηλθεν Α 51 κα(??) ανηγγελη... θυσιαστηριου bis scr A* (uncis incl 2° Ab?))

673
κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμὼν εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ.

καὶ εἶπεν Σαλωμὼν Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμὼν, καὶ εἶπεν αὐτῷ Σαλωμὼν Δεῦρο εἰς τὸν οἶκόν σου.