Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων

Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα.

καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι.

ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν, λέγων Οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.

καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ἰωὰβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ἰσραήλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ καὶ τῷ Ἀμεσσαιὰ υἱῷ Ἰεθὲρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύι αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῷ ποδὶ αὐτοῦ.

καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου.

καὶ τοῖς υἱοῖς Βερζελλεὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.

καὶ ἰδοὺ μετὰ σοῦ Σεμεεὶ υἱὸς Γηρα υἱὸς τοῦ Ἰεμενεὶ ἐκ Βααθουρείμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ.

καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις

674
[*](B) αὐτῷ· καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.

καὶ ἐκοιμήθη Δαυεὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὲπάφη ἐν πόλει Δαυείδ.

καὶ αἱ ἡμέραι ἃς ἐβασίλευσεν Δαυεὶδ ἑπὶ τὸν Ἰσραὴλ τεσσεράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἔτη ἑπτά, καὶ ἐν Ἰερουσαλὴμ τριάκοντα τρία ἔτη.

Καὶ Σαλωμὼν ἐκαθισεν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σὐτοῦ σφόδρα.

καὶ εἰσῆλθεν Ἀδωνείας πρὸς Βηρσάβεε μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ· ἡ δὲ εἶπεν Εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν Εἰρήνη·

λόγος μοι πρὸς σέ. καὶ εἶπεν αὐτῷ Λάλησον.

καὶ εἶπεν αὐτῇ Σὺ οἶδας ὅτι ἐμοὶ ἦν ἡ βασιλεία καὶ ἐπ’ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα· καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγενήθη τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγένετο αὐτῷ.

καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσάβεε Λάλει.

καὶ εἶπεν αὐτῇ Εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ· καὶ κώσει μοι τὴν Ἀβεισὰ τὴν Σωμανεῖτιν εἰς γυναῖκα.

καὶ εἶπεν Βηρσάβεε. Καλῶς, ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.

καὶ εἰσῆλθεν Βηρσάβεε πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνειού· καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτήν, καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου· καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Αἴτησιν μίαν ἐγὼ μικρὰν αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου· καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Αἴτησαι, μήτηρ ἐμή, καὶ οὐκ ἀποστέψω σε.